Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Ion 1168-1170

    Euripides
    ὡς δ᾽ ἐπληρώθη στέγη, στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς ψυχὴν ἐπλήρουν

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 413
    Location: Athens

  • Ion 327

    Euripides
    τοῖς τοῦ θεοῦ κοσμούμεθ᾽, ᾧ δουλεύομεν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 413
    Location: Athens

  • Iphigenia in Aulis 757-761

    Euripides
    τὰν Κασάνδραν ἵν᾽ ἀκούω ῥίπτειν ξανθοὺς πλοκάμους χλωροκόμῳ στεφάνῳ δάφνας κοσμηθεῖσαν, ὅταν θεοῦ μαντόσυνοι πνεύσωσ᾽ ἀνάγκαι.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 405
    Location: Athens

  • Hippolytus 73-77

    Euripides
    σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ οὔτ᾽ ἦλθέ πω σίδηρος, ἀλλ᾽ ἀκήρατον μέλισσα λειμῶν᾽ ἠρινὴ διέρχεται,

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 428
    Location: Athens

  • Heracles 701-703

    Euripides
    ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ: χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Heracles 332-335

    Euripides
    ἔσται τάδ᾽: οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθ᾽ ἔσω μολόντες: οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Helen 1414

    Euripides
    οὔκουν ὅδ᾽ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 412
    Location: Athens

  • Electra 1000-1003

    Euripides
    σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς ἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσα σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 410-419
    Location: Athens

  • Bacchae 820-837

    Euripides
    Πενθεύς ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. Διόνυσος στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. Πενθεύς τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; Διόνυσος μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. Πενθεύς εὖ γ᾽ εἶπας αὖ τόδ᾽: ὥς τις εἶ πάλαι σοφός. Διόνυσος Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. Πενθεύς πῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς; Διόνυσος ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. Πενθεύς τίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει. Διόνυσος οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. Πενθεύς στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν; Διόνυσος κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. Πενθεύς τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; Διόνυσος πέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα. Πενθεύς ἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί; Διόνυσος θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. Πενθεύς οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. Διόνυσος ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 405
    Location: Athens

  • Orations 50.34

    Demosthenes
    “ἢ σὺ τοσοῦτον,” ἔφη, “ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων;

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Orations 27.10

    Demosthenes
    χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνει’ εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δ’ οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ καὶ ἐκπώματα καὶ χρυσία καὶ ἱμάτια, τὸν κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτ’ εἰς μυρίας δραχμάς, ἀργυρίου δ’ ἔνδον ὀγδοήκοντα μνᾶς.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Orations 22.13

    Demosthenes
    οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 355-354
    Location: Athens

  • Orations 21.16

    Demosthenes
    τὴν γὰρ ἐσθῆτα τὴν ἱεράν (ἱερὰν γὰρ ἔγωγε νομίζω πᾶσαν ὅσην ἄν τις εἵνεκα τῆς ἑορτῆς παρασκευάσηται, τέως ἂν χρησθῇ) καὶ τοὺς στεφάνους τοὺς χρυσοῦς, οὓς ἐποιησάμην ἐγὼ κόσμον τῷ χορῷ, ἐπεβούλευσεν, ὦ ἄνδρες Ἀθηναῖοι, διαφθεῖραί μοι νύκτωρ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ χρυσοχόου.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Orations 19.255

    Demosthenes
    οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 343
    Location: Athens

  • Dithyrambs 17.57-63

    Bacchyldies
    εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- 60δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Epinicians 7.10-11

    Bacchylides
    Ἀρ[ιστομένει]ον νῦν γ]᾽ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 452
    Location: Olympia

  • Politics 1324b.13-16

    Aristotle
    ἐν ἐνίοις γὰρ καὶ νόμοι τινές εἰσι παροξύνοντες πρὸς τὴν ἀρετὴν ταύτην, καθάπερ ἐν Καρχηδόνι φασὶ τὸν ἐκ τῶν κρίκων κόσμον λαμβάνειν ὅσας ἂν στρατεύσωνται στρατείας

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Politics 1314b.38-39

    Aristotle
    τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντων, κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Politics 1267b.23-30

    Aristotle
    Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος)

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Nicomachean Ethics 1125a.28-32

    Aristotle
    οἱ δὲ χαῦνοι ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτ᾿ ἐπιφανῶς· οὐ γὰρ ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται· καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις· καὶ βούλονται τὰ εὐτυχήματα φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι περὶ αὐτῶν, ὡς διὰ τούτων τιμηθησόμενοι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Nicomachean Ethics 1123a.5-20

    Aristotle
    μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον· οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ’ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον <ἁπλῶς> μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐπέρβλητον) καὶ ἔχον κατ’ ἀξίαν τοῦ δαπανήματος

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Eudemian Ethics 1233a.32-36

    Aristotle
    Ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν1 τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν, τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλ᾿ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Economics 1349b.34-36

    Aristotle
    Εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατὸν ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Economics 1349a.15-24

    Aristotle
    Διονύσιος Συρακούσιος βουλόμενος χρήματα υναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρ᾿ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι. ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ δι᾿ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Economics 1344a.20-23

    Aristotle
    περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖ ἀλαζονευομένους ἀλλήλοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. ἡ δὲ διὰ τῆς κοσμήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens