Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Athenian Constitution 47.2

    Aristotle
    παραλαμβάνουσι δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 328-325
    Location: Athens

  • Athenian Constitution 14.4

    Aristotle
    ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ’ ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ’ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ’ αὐτοῦ

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 328-325
    Location: Athens

  • Knights 565-568

    Aristophanes
    εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν·

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Assemblywomen 721-724

    Aristophanes
    καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

    Text Category: Literature: poetry
    Century Range: 4th century BCE
    Date: 392
    Location: Athens

  • Suppliant Women 246

    Aeschylus
    εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 460-469
    Location: Athens

  • Seven Against Thebes 397-399

    Aeschylus
    κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα: λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 467
    Location: Athens

  • Persians 849-850

    Aeschylus
    ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 472
    Location: Athens

  • Persians 831-834

    Aeschylus
    σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦσ᾽ ὑπαντίαζε παιδί.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 472
    Location: Athens

  • Eumenides 50-56

    Aeschylus
    εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι: ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν: ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 458
    Location: Athens

  • Suppliant Women 463

    Aeschylus
    νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 460-469
    Location: Athens

  • Agamemnon 1270-1272

    Aeschylus
    ἐποπτεύσας δέ με κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα φίλων ὑπ᾿ἐχθρῶν οὐ διχορρόπως, μάτην

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 458
    Location: Athens

  • Agaist Timarchus 1.183

    Aeschines
    ὁ δὲ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος γέγραφεν ἀρχαίως καὶ σεμνῶς περὶ τῆς τῶν γυναικῶν εὐκοσμίας. τὴν γὰρ γυναῖκα ἐφ’ ᾗ ἂν ἁλῷ μοιχός, οὐκ ἐᾷ κοσμεῖσθαι, οὐδὲ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσιέναι, ἵνα μὴ τὰς ἀναμαρτήτους τῶν γυναικῶν ἀναμειγνυμένη διαφθείρῃ· ἐὰν δ’ εἰσίῃ ἢ κοσμῆται, τὸν ἐντυχόντα κελεύει καταρρηγνύναι τὰ ἱμάτια καὶ τὸν κόσμον ἀφαιρεῖσθαι καὶ τύπτειν, εἰργόμενον θανάτου καὶ τοῦ ἀνάπηρον ποιῆσαι, ἀτιμῶν τὴν τοιαύτην γυναῖκα καὶ τὸν βίον ἀβίωτον αὐτῇ κατασκευάζων.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 346
    Location: Athens

  • Chaereas and Callirhoe 8.6.2

    Chariton
    ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 6.4.1

    Chariton
    ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 5.5.7

    Chariton
    [καὶ] ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλιρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη τὰ μέλλοντα.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 3.10.8

    Chariton
    τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 3.2.16

    Chariton
    μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 2.6.5

    Chariton
    βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς. κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν·

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 2.5.1

    Chariton
    ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 1.1.15

    Chariton
    ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 8.3.13

    Chariton
    Καλλιρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ. ἡ δὲ οὐκ ἠβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “<σὺ> κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 5.3.4

    Chariton
    χειροτονία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προεκρίθη Ῥοδογούνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα <κάλλους> καὶ περιβόητον· οἷον τῆς Ἰωνίας Καλλιρόη, τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογούνη. λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παρ᾿ αὑτῆς συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 4.5.5

    Chariton
    ἧκεν οὖν εἰς τὸ πανδοχεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 1.6.4

    Chariton
    πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος· ἐσθήτων κάλλος καὶ κόσμος (συνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων)·

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Leucippe and Clitophone 8.6.13

    Achilles Tatius
    ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria