Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Vita Apollonii 6.12

    Philostratus the Athenian
    Καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ᾿ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾿ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 6.11

    Philostratus the Athenian
    Ὁ δ᾿ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν [φθέγγοιτο], ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 5.42.2

    Philostratus the Athenian
    ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ᾿ αὐτῷ ᾄδοντες.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 4.25.4

    Philostratus the Athenian
    “ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;”

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 2.26.2

    Philostratus the Athenian
    σατράπου δέ, ἐπειδὴ μεγάλων παρ᾿ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις, “ἐγώ,” ἔφη, “εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;”

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 2.2

    Philostratus the Athenian
    ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων ὡς εἶχε τοῦ κόσμου, καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 1.37.1

    Philostratus the Athenian
    ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη, καὶ προειρηκέναι οἱ μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι,

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Statuarum Descriptiones 7

    Callistratus
    ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ στέρνων ἐσφίγγετο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Statuarum Descriptiones 5

    Callistratus
    σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρως τῷ σώματι τοῦ λίθου περιθέων εἰς 30κύκλον, κατὰ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Historiae Romanae 80.12.2,2

    Cassius Dio
    Ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 72.36

    Cassius Dio
    Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ᾿ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.13.2

    Cassius Dio
    καὶ ἑκουσία τε πλευσεῖσθαι ἔλεγε, καὶ κόσμους τινὰς ἀποθέτους ἐς δῶρα ἡτοιμάζετο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 79.31.3

    Cassius Dio
    οῦ τε γὰρ Ταραύτου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτὲ ἐν παισὶν ἐχρῆτο, κοσμήσας

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romaae 75.5.3

    Cassius Dio
    ὁ δ᾿ αὐτοκράτωρ ἐφ᾿ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ᾿ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 75.4..2-3

    Cassius Dio
    ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ᾿ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 75.1.4

    Cassius Dio
    ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι ἡμεῖς 5ἐν κόσμῳ περιῄειμεν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 74.2,5.3

    Cassius Dio
    ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμμοδος, καὶ ἐσήγαγεν ἐς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ νῶτα3 δέρματι ἐπιχρύσῳ κοσμήσας

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 67.9.5

    Cassius Dio
    καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 67.7,2.4

    Cassius Dio
    καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλε (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος) ἀλλ᾿ ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 64.14.4

    Cassius Dio
    καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον,καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθ᾿ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 64.4.2

    Cassius Dio
    ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.5.6

    Cassius Dio
    καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ᾿ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.3.4

    Cassius Dio
    καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.12.3

    Cassius Dio
    ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ᾿ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 61.6.1

    Cassius Dio
    Τοιοῦτος μὲν τὸ σύμπαν ὁ Νέρων ἐγένετο, λέξω δὲ καὶ καθ᾿ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ ὁ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου τιμῆσαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia