Visual Work (Ornamenting)
Item set
- Title
-
Visual Work (Ornamenting)
Items
-
Vita decem oratorum 8
Plutarch
τῶν δ᾽ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quomodo adolescens poetas audire debeat 1.8
Plutarch
πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δ᾽ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος ὈδυσσεὺςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Numa 2.6
Plutarch
ὅπως δὲ μὴ σύγχυσιν ἐκ τῆς ἀναρχίας ἡ στάσις ἀπεργάσεται, μετεώρου τοῦ πολιτεύματος ὄντος, ἔταξαν οἱ πατρίκιοι, πεντήκοντα καὶ ἑκατὸν ὄντων αὑτῶν, ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς τὰ νενομισμένα καὶ χρηματίζειν ἓξ μὲν ὥρας τῆς νυκτός, ἓξ δὲ τῆς ἡμέρας,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Non posse suaviter vivi secundum Epicurum 26
Plutarch
αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De sera numinis vindicta 8
Plutarch
καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα’ ‘μὰ Δί᾽’ εἶπεν ‘ἀλλὰ δέομαι μαθεῖν’ ‘ὁ μὲν Ἀρίστων’ ἔφην ‘τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δ᾽ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ κατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De vitando aere alieno 1
Plutarch
αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De amore prolis 2
Plutarch
ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτ᾽ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεωνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 16.7
Plutarch
ἐπεὶ δ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 8.4
Plutarch
κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ᾽ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ᾽ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 7.5
Plutarch
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν 1 ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: ἑστιῶν δ᾽ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 6.7
Plutarch
χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥραςἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιολύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳμέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De cupiditate divitiarum 9
Plutarch
τί λέγεις, ἀβέλτερ᾽, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De fraterno amore 3
Plutarch
ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδ᾽ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 39
Plutarch
εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 38
Plutarch
τῶν τ᾽ ἄστρων τὸν σείριον Ἴσιδος νομίζουσιν, ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 13
Plutarch
τοῦ δ᾽ Ὀσίριδος ἐκμετρησάμενον λάθρα τὸ σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 3
Plutarch
διὸ καὶ τὸ κοσμεῖσθαι τούτοις τοὺς ἀποθανόντας Ἰσιακοὺς σύμβολόν ἐστι τοῦτον τὸν λόγον εἶναι μετ᾽ αὐτῶν, καὶ τοῦτον ἔχοντας ἄλλο δὲ μηδὲν ἐκεῖ βαδίζεινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Alexandri magni fortuna aut virtute 2
Plutarch
Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν Ἀλέξανδρος δὲ τὰ τῶν βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Alexandri magni fortuna aut virtute 1
Plutarch
πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν. τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμιγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δ᾽ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De fortuna romanorum 12
Plutarch
ἡ δ᾽ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De fortuna romanorum 10
Plutarch
οἱ δ᾽ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 35
Plutarch
λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν. Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν κατέθηκεν ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίαςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 30
Plutarch
Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ᾽ ἐλευθέρων πέμπειν ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 15
Plutarch
Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης: ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι… Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάρινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 6
Plutarch
μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατ᾽ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea