Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Quaestiones romanae 101

    Plutarch
    ‘διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Quaestiones romanae 86

    Plutarch
    ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δ᾽ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Quaestiones romanae 26

    Plutarch
    ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν: βούλονται δ᾽ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Quaestiones romanae 20

    Plutarch
    ‘διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Mulierum virtutes 24

    Plutarch
    ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Mulierum virtutes 23

    Plutarch
    λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης: ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Mulierum virtutes 20

    Plutarch
    ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, περίβλεπτον μὲν ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμαζομένην δὲ μᾶλλον δι᾽ ἀρετήν: οὐ γὰρ μόνον σώφρων καὶ φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ τοῖς ὑπηκόοις ἦν διαφερόντως ὑπ᾽ εὐμενείας καὶ χρηστότητος: ἐπιφανεστέραν δ᾽ αὐτὴν ἐποίει καὶ τὸ τῆς Ἀρτέμιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλοπρεπῶς;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Mulierum virtutes 14

    Plutarch
    αἱ μὲν οὖν ἄλλαι, φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Apopthegmata Laconica 2

    Plutarch
    χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις: προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Regum et imperatorum apophthegmata 82

    Plutarch
    ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ‘ὁ μὲν θυρεός,’ εἶπεν, ‘ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 20

    Plutarch
    χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότ᾽ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι παρθένον: ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δ᾽ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος;. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 18

    Plutarch
    ἔρημος οὖν ὢν βοηθείας καὶ ἀπορῶν ὁρμῇ τινι χρήσαιτο δαιμονίῳ τὸ μὲν σῶμα κοσμῆσαι καὶ λαβεῖν ἐντάφιον αὑπῷ τὸν ἐναγώνιον ἔτι ζῶν κόσμον, ἐξᾷσαι δὲ τὸν βίον τελευτῶν καὶ μὴ γενέσθαι κατὰ τοῦτο τῶν κύκνων ἀγεννέστερος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 12

    Plutarch
    οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρ᾽ αὐτῷ βουλόμενος γενέσθαι θεατής: σὺ δ᾽ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 4

    Plutarch
    οἷς καθ᾽ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 3

    Plutarch
    ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν: ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπ᾽ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, ἀλλ᾽ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδ᾽ ὑπερορᾶν τοῦ Περιάνδρου τῆς φιλοτιμίας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Septem sapientium convivium 2

    Plutarch
    τῶν δὲ κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη: καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Conjugalia Praecepta 1

    Plutarch
    ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 34.6

    Plutarch
    ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 34.5

    Plutarch
    τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 27.2

    Plutarch
    ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρ᾽ αὐτῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Lycurgus 22.1

    Plutarch
    τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 66.1

    Plutarch
    ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸ αὐτόματον: ὁ δὲ δεξάμενος τὸν φόνον ἐκεῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύγκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲν εἰκόνα κειμένην ἔχων, Πομπηΐου δὲ ἀνάθημα γεγονὼς τῶν προσκεκοσμημένων τῷ θεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 61.3

    Plutarch
    ταῦτα Καῖσαρ ἐθεᾶτο καθήμενος ἐπὶ τῶν ἐμβόλων ἐπὶ δίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκοσμημένος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 27.5

    Plutarch
    ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμου Οὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰ κάλλιστα καὶ κοσμήσας τὸν ἵππον ἐξιππάσατο διὰ τῶν πυλῶν καὶ κύκλῳ περὶ τὸν Καίσαρα καθεζόμενον ἐλάσας, εἶτα ἀφαλόμενος τοῦ ἵππου τὴν μὲν πανοπλίαν ἀπέρριψεν, αὐτὸς δὲ καθίσας ὑπὸ πόδας τοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρεδόθη φρουρησόμενος ἐπὶ τὸν θρίαμβον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 27.4

    Plutarch
    οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι, θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι δ᾽ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον κομιζομένας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea