Visual Work (Ornamenting)
Item set
- Title
-
Visual Work (Ornamenting)
Items
-
Indica 20.9
Arrian
λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.12
Arrian
καὶ ὅστις μὲν ἐκεῖνον κατ᾽ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων: εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.10
Arrian
τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν δυναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.8-10
Arrian
καὶ τάδε δὲ μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ ἐς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ᾽ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὰν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.16.1
Arrian
ἐκ τούτου δὴ Ἡρακλείδην τὸν Ἀργαίου ἐκπέμπει ἐς Ὑρκανίαν ναυπηγοὺς ἅμα οἷ ἄγοντα, κελεύσας ὕλην τεμόντα ἐκ τῶν ὀρῶν τῶν Ὑρκανίων ναυπηγεῖσθαι ναῦς μακρὰς ἀφράκτους τε καὶ πεφραγμένας ἐς τὸν κόσμον τὸν Ἑλληνικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.3.4
Arrian
καὶ τὸν μὲν ἵππον τοῦτον ὅτου ἐπιβήσεσθαι ἔμελλε, βασιλικὸν ὄντα τῶν Νησαίων, πρὶν ἀναβῆναι ἐπὶ τὴν πυρὰν Λυσιμάχῳ χαρίσασθαι, τῶν τινι θεραπευόντων αὐτὸν ἐπὶ σοφίᾳ: τῶν δὲ δὴ ἐκπωμάτων ἢ στρωμάτων ὅσα ἐμβληθῆναι εἰς τὴν πυρὰν κόσμον αὐτῷ τετάχει Ἀλέξανδρος, ἄλλα ἄλλοις δοῦναι τῶν ἀμφ᾽ αὑτόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 2.12.5-6
Arrian
καὶ Λεοννάτον παρελθόντα ἐς τὴν σκηνὴν τά τε περὶ Δαρείου εἰπεῖν καὶ ὅτι τὴν θεραπείαν αὐταῖς ξυγχωρεῖ Ἀλέξανδρος τὴν βασιλικὴν καὶ τὸν ἄλλον κόσμον καὶ καλεῖσθαι βασιλίσσας, ἐπεὶ οὐδὲ κατὰ ἔχθραν οἱ γενέσθαι τὸν πόλεμον πρὸς Δαρεῖον, ἀλλ᾽ ὑπὲρ τῆς ἀρχῆς τῆς Ἀσίας διαπεπολεμῆσθαι ἐννόμως.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.6.1
Arrian
ἧκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 6.29.10
Arrian
καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι: καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόν τε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Greek Anthology 16.373
Leontius of Byzantium via Maximus Planudes
ἔνθεν ἑῶν τόδ᾽ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι,ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ᾽ ἐλατῆρσι,κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.Text Category: Literature: epigramCentury Range: 6th century CELocation: Constantinople or Jerusalem -
Greek Anthology 6.215
Philippus via Maximus Planudes
συλήσαντες Ὄλυμπον ἴδ᾽ ὡς ὅπλοισιν Ἔρωτεςκοσμοῦντ᾽ ἀθανάτων, σκῦλα φρυασσόμενοι.Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηοςὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,πτηνὰ πέδιλ᾽ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.Text Category: Literature: epigramLocation: Constantinople -
Greek Anthology 16.66
Maximus Planudes
τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.Text Category: Literature: epigramCentury Range: 13th century CELocation: Constantinople -
Greek Anthology 14.123
Metrodorus
ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίηνδισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 9.322
Leonidas of Tarentum
παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰνκοσμείτω καὶ τὸν νυμφίδιον θάλαμονἌρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρανηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.Text Category: Literature: epigramCentury Range: 3rd century BCELocation: Tarentum -
Greek Anthology 9.697
Unknown
εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδοςἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν;ἔργου κοσμῆσαι θαύματι τοσσατίου,δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ,ἥ ς᾽ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.Text Category: Literature: epigramCentury Range: 5th century CELocation: Constantinople -
Greek Anthology 7.679
St. Sophronius the Patriarch
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτηςText Category: Inscription: epitaphCentury Range: 7th century CELocation: Alexandria -
Greek Anthology 6.163
Meleager of Gadara
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳλειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Tyre -
Greek Anthology 6.287
Antipater of Sidon
ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.246
Philodemus
κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος,καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτωνμάστιγα, ῥοίζου μητέρα καρχαλέην.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Herculaneum? -
Greek Anthology 6.206
Antipater of Sidon
σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματοντὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον:ῥιπίδα δ᾽ Ἀντίκλεια: καλύπτειραν δὲ προσώπου,ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,ἁ καλὰ Ἡράκλεια: τὸν εὐσπειρῆ δὲ δράκοντα,χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,πατρὸς Ἀριστοτέλους συνομώνυμος: αἱ συνομήθειςἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.142
Anacreon
σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμονΘεσσαλίας μ᾽ ἀνέθηκ᾽ ἀρχὸς Ἐχεκρατίδας.Text Category: Literature: epigramCentury Range: 6th century BCELocation: Thessaly -
Greek Anthology 2.1
Christodorus of Thebes
εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,καλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοιςἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,χαλκῷ κόσμον ἄγουσαText Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷκόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖςἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,οἷά τε μυρομένηText Category: Literature: epigramCentury Range: 6th century CE