Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Life of Antony 26.2

    Plutarch
    αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι χρυσοπάστῳ κεκοσμημένη γραφικῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι παρ᾽ ἑκάτερον ἑστῶτες ἐρρίπιζον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 25.4

    Plutarch
    διὸ πολλὰ μὲν συνεσκευάσατο δῶρα καὶ χρήματα καὶ κόσμον οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων μεγάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν, τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶ αὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδας θεμένη παρεγένετο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 12.1

    Plutarch
    ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις, ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο: διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων, ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν ἐντυγχανόντων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 3.6

    Plutarch
    γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Demetrius 53.2

    Plutarch
    εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Demetrius 45.3

    Plutarch
    καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Themistocles 13.2

    Plutarch
    Θεμιστοκλεῖ δὲ παρὰ τὴν ναυαρχίδα τριήρη σφαγιαζομένῳ τρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοι μὲν ἰδέσθαι τὴν ὄψιν, ἐσθῆσι δὲ καὶ χρυσῷ κεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲ Σανδαύκης παῖδες εἶναι τῆς βασιλέως ἀδελφῆς καὶ Ἀρταΰκτου.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Themistocles 8.1

    Plutarch
    αἱ δὲ γενόμεναι τότε πρὸς τὰς τῶν βαρβάρων ναῦς περὶ τὰ στενὰ μάχαι κρίσιν μὲν εἰς τὰ ὅλα μεγάλην οὐκ ἐποίησαν, τῇ δὲ πείρᾳ μέγιστα τοὺς Ἕλληνας ὤνησαν, ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδαχθέντας, ὡς οὔτε πλήθη νεῶν οὔτε κόσμοι καὶ λαμπρότητες ἐπισήμων οὔτε κραυγαὶ κομπώδεις ἢ βάρβαροι παιᾶνες ἔχουσι τι δεινὸν ἀνδράσιν ἐπισταμένοις εἰς χεῖρας ἰέναι καὶ μάχεσθαι τολμῶσιν, ἀλλὰ δεῖ τῶν τοιούτων καταφρονοῦντας ἐπ᾽ αὐτὰ τὰ σώματα φέρεσθαι καὶ πρὸς ἐκεῖνα διαγωνίζεσθαι συμπλακέντας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Themistocles 1.3

    Plutarch
    ὅτι μέντοι τοῦ Λυκομιδῶν γένους μετεῖχε δῆλός ἐστι: τὸ γὰρ Φλυῆσι τελεστήριον, ὅπερ ἦν Λυκομιδῶν κοινόν, ἐμπρησθὲν ὑπὸ τῶν βαρβάρων αὐτὸς ἐπεσκεύασε καὶ γραφαῖς ἐκόσμησεν, ὡς Σιμωνίδης ἱστόρηκεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Solon 27.2

    Plutarch
    ἐκεῖνός τε γὰρ ὁρῶν ἄλλον ἐξ ἄλλου ποταμὸν ᾤετο τὴν θάλασσαν εἶναι, καὶ τῷ Σόλωνι τὴν αὐλὴν διαπορευομένῳ καὶ πολλοὺς ὁρῶντι τῶν βασιλικῶν κεκοσμημένους πολυτελῶς, καὶ σοβοῦντας ἐν ὄχλῳ προπομπῶν καὶ δορυφόρων, ἕκαστος ἐδόκει Κροῖσος εἶναι, μέχρι πρὸς αὐτὸν ἤχθη, πᾶν ὅσον ἐν λίθοις, ἐν βαφαῖς ἐσθῆτος, ἐν τέχναις χρυσοῦ περὶ κόσμον ἐκπρεπὲς ἔχειν ἢ περιττὸν ἢ ζηλωτὸν ἐδόκει περικείμενον, ὡς δὴ θέαμα σεμνότατον ὀφθείη καὶ ποικιλώτατον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Pericles 20.1

    Plutarch
    εἰς δὲ τὸν Πόντον εἰσπλεύσας στόλῳ μεγάλῳ καὶ κεκοσμημένῳ λαμπρῶς ταῖς μὲν Ἑλληνίσι πόλεσιν ὧν ἐδέοντο διεπράξατο καὶ προσηνέχθη φιλανθρώπως, τοῖς δὲ περιοικοῦσι βαρβάροις ἔθνεσι καὶ βασιλεῦσιν αὐτῶν καὶ δυνάσταις ἐπεδείξατο μὲν τῆς δυνάμεως τὸ μέγεθος καὶ τὴν ἄδειαν καὶ τὸ θάρσος ᾗ βούλοιντο πλεόντων καὶ πᾶσαν ὑφ᾽ αὑτοῖς πεποιημένων τὴν θάλασσαν, Σινωπεῦσι δὲ τρισκαίδεκα ναῦς ἀπέλιπε μετὰ Λαμάχου καὶ στρατιώτας ἐπὶ Τιμησίεων τύραννον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Pericles 12.4

    Plutarch
    δεῖ δὲ τῆς πόλεως κατεσκευασμένης ἱκανῶς τοῖς ἀναγκαίοις πρὸς τὸν πόλεμον, εἰς ταῦτα τὴν εὐπορίαν τρέπειν αὐτῆς ἀφ᾽ ὧν δόξα μὲν γενομένων ἀΐδιος, εὐπορία δὲ γινομένων ἑτοίμη παρέσται, παντοδαπῆς ἐργασίας φανείσης καὶ ποικίλων χρειῶν, αἳ πᾶσαν μὲν τέχνην ἐγείρουσαι, πᾶσαν δὲ χεῖρα κινοῦσαι, σχεδὸν ὅλην ποιοῦσιν ἔμμισθον τὴν πόλιν, ἐξ αὑτῆς ἅμα κοσμουμένην καὶ τρεφομένην.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Nicias 27.6

    Plutarch
    τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Nicias 3.5

    Plutarch
    ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾁδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Nicias 3.3

    Plutarch
    λέγεται δ᾽ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν: ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cimon 9.2-3

    Plutarch
    ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cimon 4.6

    Plutarch
    αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησ᾽ ἡμιθέων ἀρεταῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Lives of Eminent Philosophers 6.2.46

    Diogenes Laertius
    πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 6.1.10

    Diogenes Laertius
    εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστ᾽ εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν: ἀμυνεῖσθαι γὰρ τούτοις: εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 5.2.51

    Diogenes Laertius
    πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.7.96

    Diogenes Laertius
    ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.2.51

    Diogenes Laertius
    Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται: ὁ δέ "ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς: φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι."

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.prologue

    Diogenes Laertius
    ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα, κατ’ ἀπόρροιαν ὑπ’ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • On the Natural Faculties 2.3

    Galen
    Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ᾽ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE

  • Civil Wars 5.1.6

    Appian
    οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ’ ἐλέου, δόντες δ’ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt