Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Antiquities of the Jews 14.107-108

    Flavius Josephus
    ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.46

    Flavius Josephus
    καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ’ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.304

    Flavius Josephus
    τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθ᾽ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.20

    Flavius Josephus
    ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.233

    Flavius Josephus
    προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.188

    Flavius Josephus
    ὁ δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.66-67

    Flavius Josephus
    ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. τὰ δ’ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.235-236

    Flavius Josephus
    εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δ’ ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος, χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ δι’ αὐτὰ μᾶλλον θεασαμένη καί τι κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.234

    Flavius Josephus
    Ταῦθ᾽ ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δ᾽ ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν ἡ μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, ἡ δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.80

    Flavius Josephus
    ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.225

    Flavius Josephus
    καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς κατεσκεύασεν ἐν τοῖς πατρικοῖς βασιλείοις ἕτερα βασίλεια ἐχόμενα αὐτῶν, ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν περισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὅσον τὰ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.224

    Flavius Josephus
    αὐτὸς δ᾽ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δ᾽ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.122

    Flavius Josephus
    Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου ‘καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.185

    Flavius Josephus
    ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθ’ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.147

    Flavius Josephus
    μνημονεύει δὲ καὶ Δῖος λέγων οὕτως: ‘Ἀβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἴρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ᾽ ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν: ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.135

    Flavius Josephus
    καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.95

    Flavius Josephus
    Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 6.148

    Flavius Josephus
    καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ’ ὅταν ἀπειθεῖν δοκῇ. 6.148παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ’ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ’ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ’ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ’ εὐμενῶς, ἀλλ’ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.179

    Flavius Josephus
    καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.167

    Flavius Josephus
    ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.159

    Flavius Josephus
    Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δ᾽ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δ᾽ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου:

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.149

    Flavius Josephus
    ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.127

    Flavius Josephus
    ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.102-103

    Flavius Josephus
    Οἱ δὲ χαίροντες οἷς τε ἑώρων καὶ οἷς ἤκουον τοῦ στρατηγοῦ τῆς κατὰ δύναμιν αὐτῶν σπουδῆς οὐκ ἀπελείποντο, ἀλλ’ εἰσέφερον ἄργυρόν τε καὶ χρυσὸν καὶ χαλκὸν ξύλα τε τῆς καλλίστης ὕλης καὶ μηδὲν ὑπὸ τῆς σήψεως παθεῖν δυνάμενα, αἰγείους τε τρίχας καὶ δορὰς προβάτων τὰς μὲν ὑακίνθῳ βεβαμμένας τὰς δὲ φοίνικι· αἱ δὲ πορφύρας ἄνθος, ἕτεραι δὲ λευκὴν παρεῖχον τὴν χρόαν· ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome