Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Antiquities of the Jews 3.78

    Flavius Josephus
    ταῖς τ’ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἐκπρεπῶς ἤσκηντο

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.57-58

    Flavius Josephus
    πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 1.337

    Flavius Josephus
    Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν· Χαναναίων δ’ ἐστὶν ἡ πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 1.249

    Flavius Josephus
    τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Treatment of Acute Deseases 1.2

    Aretaeus of Cappadoccia
    τοῖχοι λεῖοι, ὁμαλοὶ, μηδ’ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι·

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome or Alexandria

  • The Ephesian Tale 5.7.1

    Xenophon of Ephesus
    Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 3.9.8

    Xenophon of Ephesus
    ‘τοῦτο γὰρ’ ἔφη ‘τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον: ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε: πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 3.8.3-5

    Xenophon of Ephesus
    Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι: μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο. Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ‘ἄνδρες, οἵτινές ποτ̓ ἐστὲ’ λέγουσα, ‘τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 3.7.4

    Xenophon of Ephesus
    Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν: καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν ῾ἡ δὲ ἔκειτο ἀναισθητοῦσἀ ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους: κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 3.5.1

    Xenophon of Ephesus
    Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 1.8.3

    Xenophon of Ephesus
    ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς: ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλ̓ ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, χλανίδα ἔχων:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 1.2.4

    Xenophon of Ephesus
    ἑκάστη δὲ αὐτῶν οὕτως ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • The Ephesian Tale 1.2.2

    Xenophon of Ephesus
    Ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν: στάδιοι δέ εἰσιν ἑπτά: ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς ἐφήβους,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Ionia: Ephesos

  • Daphnis and Chloe 4.39.2

    Longus
    Ἀλλὰ καὶ ἄρρεν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον οἰὸς ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην, καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος: καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 4.36.1

    Longus
    Ἀνεβόησεν ὁ Διονυσοφάνης μεῖζον τοῦ Μεγακλέους καὶ ἀναπηδήσας εἰσάγει Χλόην πάνυ καλῶς κεκοσμημένην καὶ λέγει ‘τοῦτο τὸ παιδίον ἐξέθηκας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 4.35.3

    Longus
    Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίᾳ, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 4.32.1

    Longus
    Ἦν οὖν μαθεῖν οἷόν ἐστι τὸ κάλλος, ὅταν κόσμον προσλάβῃ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 4.31.3

    Longus
    Καὶ τὴν μὲν ἡ Κλεαρίστη παραλαβοῦσα ἐκόσμει λοιπὸν ὡς υἱοῦ γυναῖκα,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 2.15.3

    Longus
    Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 1.1.1

    Longus
    Πόλις ἐστὶ τῆς Λέσβου Μυτιλήνη, μεγάλη καὶ καλή: διείληπται γὰρ εὐρίποις ὑπεισρεούσης τῆς θαλάττης, καὶ κεκόσμηται γεφύραις ξεστοῦ καὶ λευκοῦ λίθου. Νομίσειας ἂν οὐ πόλιν ὁρᾶν ἀλλὰ νῆσον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Daphnis and Chloe 1.praef.1

    Longus
    Γυναῖκες ἐπ̓ αὐτῆς τίκτουσαι καὶ ἄλλαι σπαργάνοις κοσμοῦσαι: παιδία ἐκκείμενα, ποίμνια τρέφοντα:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Tetrabiblos 4.4

    Claudius Ptolemy
     ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξειςἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ... ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόηταςδὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ ... μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰπροειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους: ἐὰν δὲ ὁ τοῦ Διός,δικολόγους, λογιστηρίων προισταμένους,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt: Alexandria

  • Tetrabiblos 2.3

    Claudius Ptolemy
    πὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλωςτὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης... καὶ κοινὰς εἶναι τὰς γυναῖκαςπάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰτὸν τῆς Ἀφροδίτης

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt: Alexandria

  • Strategicus 1.20

    Onasander
    οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται

    Text Category: Literature: prose
    Century Range: 1st century CE

  • Library 17.115.1-5

    Diodorus Siculus
    μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον… τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome