Visual Work (Ornamenting)

Item set

Items

Advanced search
  • Orations 24.43

    Aelius Aristides
    καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 149
    Location: Smyrna

  • Orations 25.59

    Aelius Aristides
    οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 25.33

    Aelius Aristides
    ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 23.68

    Aelius Aristides
    τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 23.46

    Aelius Aristides
    τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 23.13

    Aelius Aristides
    κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 19.10

    Aelius Aristides
    ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 19.3

    Aelius Aristides
    ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται: ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν: ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 21.5

    Aelius Aristides
    ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 179
    Location: Smyrna

  • Orations 37.3, 5

    Aelius Aristides
    ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός... καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι᾽ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Orations 27.36

    Aelius Aristides
    οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 17.10, 12, 20

    Aelius Aristides
    κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 26.94-95, 97

    Aelius Aristides
    νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.93

    Aelius Aristides
    πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.81

    Aelius Aristides
    ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 32.22

    Aelius Aristides
    ἀνθ᾽ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 150
    Location: Cotiaeum

  • Speeches 4.25 (In Defence of Euxenippus)

    Hyperides
    ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία [Note] αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 330
    Location: Athens

  • Speeches 1.69

    Dinarchus
    γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει;

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 324
    Location: Athens

  • Elegy and Iambus 1.10.2; Deipnosophistae 10. 413f

    Athenaeus
    Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Deipnosophistae 1.28b-c (in Critias, Fragments 2.7-8)

    Athenaeus
    Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη, καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Life of Cimon 3.6

    Plutarch
    Αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησ᾿ ἡμιθέων ἀρεταῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronaea

  • Conjugalia Praecepta 48

    Plutarch
    τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς καὶ Κορνηλίας τῆς Σκιπίωνος, καὶ ὅσαι ἐγέενοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ᾽ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronaea

  • Histories 39.6.1

    Polybius
    Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 31.15.11

    Polybius
    ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 31.28.9

    Polybius
    διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome