Sculpture (Ornamenting)
Item set
- Title
-
Sculpture (Ornamenting)
Items
-
Geography 14.1.5
Strabo
ὕστερον δ᾽ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος: κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές: ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν: ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος: κεκόσμηται δ᾽ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα: ἐντεῦθεν δ᾽ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦςText Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 8.6.23
Strabo
Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ᾽ ἀποδώσων: οὐκ ἀπέδωκε δέ, ἀλλ᾽ ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται: πράως δ᾽ ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστ᾽ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 8.3.30
Strabo
ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.3.1
Strabo
μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων: τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δ᾽ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως: ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῷ Καπετωλίῳ χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.2.10
Strabo
συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται. εἰσὶ δ᾽ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δὲ ἡ Λιπάρα Κνιδίων ἄποικος ἐγγυτάτω τῆς Σικελίας κειμένη μετά γε τὴν Θέρμεσσαν: ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς: ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους ἃς Αἰόλου τινὲς προσαγορεύουσι. καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων: ἔχει δὲ καὶ τὴν γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 5.2.2
Strabo
ἐκόσμησε δ᾽ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον, ὁ μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς. λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται ῬωμαῖοιText Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Alcibiades 34.1
Plutarch
δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Description of Greece 10.19.4
Pausanias
τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν <ὁ> ἐργασάμενος· χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ ΕὐκάδμουText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.14.5
Pausanias
μή μοι Περσῆος σκύλων περικαλλέα κόσμοννηῷ ἐγκαταθῇς· οἶκόνδ’ ἀπόπεμπε τάχιστα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.11.6
Pausanias
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.39.2
Pausanias
κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν ἡ πόλις ὁμοίως τοῖς Ἑλλήνων μάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπ’ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου <ποταμὸς Ἕρκυνα.>Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.38.2
Pausanias
τὰ δὲ ἀγάλματα <τὰ> σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπ’ ἐμοῦ, λίθου δέ ἐστι καὶ ταῦτα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.2.7
Pausanias
Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τε καὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.30.3
Pausanias
ἔστι δὲ πρὸ τοῦ τεμένους τούτου χαλκοῦν ἄγαλμα Ἀπόλλωνος θέας ἄξιον, μέγεθος μὲν ἐς πόδας δώδεκα, ἐκομίσθη δὲ ἐκ τῆς Φιγαλέων συντέλεια ἐς κόσμον τῇ Μεγάλῃ πόλει.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 7.20.6
Pausanias
ἔχεται δὲ τῆς ἀγορᾶς τὸ Ὠιδεῖον, καὶ Ἀπόλλων ἐνταῦθα ἀνάκειται θέας ἄξιος· ἐποιήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα ἐπὶ τὸν στρατὸν τῶν Γαλατῶν οἱ Πατρεῖς ἤμυναν Αἰτωλοῖς Ἀχαιῶν μόνοι. κεκόσμηται δὲ καὶ ἐς ἄλλα τὸ Ὠιδεῖον ἀξιολογώτατα τῶν ἐν Ἕλλησι, πλήν γε δὴ τοῦ Ἀθήνῃσι·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 7.16.8
Pausanias
ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρ’ Ἀττάλου στρατηγῷ δίδωσιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 5.11.8
Pausanias
ἐπὶ δὲ τοῦ βάθρου <τοῦ> τὸν θρόνον τε ἀνέχοντος καὶ ὅσος ἄλλος κόσμος περὶ τὸν Δία, ἐπὶ τούτου τοῦ βάθρου χρυσᾶ ποιήματα, ἀναβεβηκὼς ἐπὶ ἅρμα Ἤλιος καὶ Ζεύς τέ ἐστι καὶ Ἥρα, <ἔτι δὲ Ἥφαιστος,> παρὰ δὲ αὐτὸν ΧάριText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 5.11.5
Pausanias
τούτων τῶνἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς. ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 3.16.1
Pausanias
τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφ’ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 3.11.3
Pausanias
ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν· ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν. εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 2.3.5
Pausanias
λουτρὰ δὲ ἔστι μὲν πολλαχοῦ Κορινθίοις καὶ ἄλλα, τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὸ δὲ βασιλέως Ἀδριανοῦ κατασκευάσαντος· τὸ δὲ ὀνομαστότατον αὐτῶν πλησίον τοῦ Ποσειδῶνος. τοῦτο δὲ Εὐρυκλῆς ἐποίησεν ἀνὴρ Σπαρτιάτης λίθοις κοσμήσας καὶ ἄλλοις καὶ ὃν ἐν Κροκεαῖς χώρας τῆς Λακωνικῆς ὀρύσσουσιν. ἐν ἀριστερᾷ δὲ τῆς ἐσόδου Ποσειδῶν καὶ μετ’ αὐτὸν Ἄρτεμις θηρεύουσα ἕστηκε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 1.37.5
Pausanias
μνημάτων δὲ ἃ μάλιστα ἐς μέγεθος καὶ κόσμον ἥκει, τὸ μὲν ἀνδρός ἐστι Ῥοδίου μετοικήσαντος ἐς Ἀθήνας, τὸ δὲ Ἅρπαλος Μακεδὼν ἐποίησεν, ὃς Ἀλέξανδρον ἀποδρὰς ἐκ τῆς Ἀσίας διέβη ναυσὶν ἐς τὴν Εὐρώπην,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 1.18.9
Pausanias
Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου: πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι. καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς: κατάκειται δὲ ἐς αὐτὰ βιβλία.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
On the Judaean War 7.159
Flavius Josephus
τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησενText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 5.177-180
Flavius Josephus
οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατ’ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων, οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ. 0περίστοα δὲ δι’ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome