Sculpture (Ornamenting)

Item set

Items

Advanced search
  • Histories 1.183.1-3

    Herodotus
    ἔστι δὲ τοῦ ἐν Βαβύλῶνι ἱροῦ καὶ ἄλλος κάτω νηός, ἔνθα ἄγαλμα μέγα τοῦ Διὸς ἔνι κατήμενον χρύσεον, καὶ οἱ τράπεζα μεγάλη παρακέεται χρυσέη, καὶ τὸ βάθρον οἱ καὶ ὁ θρόνος χρύσεος ἐστί: καὶ ὡς ἔλεγον οἱ Χαλδαῖοι, ταλάντων ὀκτακοσίων χρυσίου πεποίηται ταῦτα. ἔξω δὲ τοῦ νηοῦ βωμός ἐστι χρύσεος, ἔστι δὲ καὶ ἄλλος βωμὸς μέγας, ἐπ᾽ οὗ θύεται τὰ τέλεα τῶν προβάτων: ἐπὶ γὰρ τοῦ χρυσέου βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μούνᾳ, ἐπὶ δὲ τοῦ μέζονος βωμοῦ καὶ καταγίζουσι λιβανωτοῦ χίλια τάλαντα ἔτεος ἑκάστου οἱ Χαλδαῖοι τότε ἐπεὰν τὴν ὁρτὴν ἄγωσι τῷ θεῷ τούτῳ. ἦν δὲ ἐν τῷ τεμένεϊ τούτῳ ἔτι τὸν χρόνον ἐκεῖνον καὶ ἀνδριὰς δυώδεκα πηχέων χρύσεος στερεός: ἐγὼ μέν μιν οὐκ εἶδον, τὰ δὲ λέγεται ὑπὸ Χαλδαίων, ταῦτα λέγω. τούτῳ τῷ ἀνδριάντι Δαρεῖος μὲν ὁ Ὑστάσπεος ἐπιβουλεύσας οὐκ ἐτόλμησε λαβεῖν, Ξέρξης δὲ ὁ Δαρείου ἔλαβε καὶ τὸν ἱρέα ἀπέκτεινε ἀπαγορεύοντα μὴ κινέειν τὸν ἀνδριάντα. τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω κεκόσμηται, ἔστι δὲ καὶ ἴδια ἀναθήματα πολλά.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Rhesus 403

    Euripides
    ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Location: Athena

  • Iphigenia in Tauris 1222-1225

    Euripides
    τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους καὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνον μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσα προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 414-412
    Location: Athens

  • Iphigenia in Tauris 632-635

    Euripides
    πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 414-412
    Location: Athens

  • Orestes 607-611

    Euripides
    ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ, οὕτω δ᾽ ἀμείβῃ μ᾽ ὥστε μ᾽ ἀλγῆσαι φρένα, μᾶλλόν μ᾽ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον: καλὸν πάρεργον δ᾽ αὐτὸ θήσομαι πόνων ὧν εἵνεκ᾽ ἦλθον θυγατρὶ κοσμήσων τάφον.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 408
    Location: Athens

  • Electra 1000-1003

    Euripides
    σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς ἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσα σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 410-419
    Location: Athens

  • Orations 22.13

    Demosthenes
    οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 355-354
    Location: Athens

  • Politics 1314b.38-39

    Aristotle
    τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντων, κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Nicomachean Ethics 1123a.5-20

    Aristotle
    μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον· οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ’ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον <ἁπλῶς> μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐπέρβλητον) καὶ ἔχον κατ’ ἀξίαν τοῦ δαπανήματος

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Economics 1349b.34-36

    Aristotle
    Εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατὸν ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Athenian Constitution 47.2

    Aristotle
    παραλαμβάνουσι δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 328-325
    Location: Athens

  • Knights 565-568

    Aristophanes
    εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν·

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Oration 1.16.C-D

    Julian
    Γενόμενος δὲ ἐφ᾿ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι.

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 356-357

  • Epistulae 21.379

    Julian
    εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ᾿ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον.

    Text Category: Literature: letter
    Century Range: 4th century CE
    Date: 362
    Location: Alexandria

  • Vita Sophistarum 615-616

    Philostratus the Athenian
    Μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 5.25

    Philostratus the Athenian
    Ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ᾿ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 6.15

    Philostratus the Athenian
    ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Historiae Romanae 80.12.2,2

    Cassius Dio
    Ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 72.36

    Cassius Dio
    Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ᾿ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romaae 75.5.3

    Cassius Dio
    ὁ δ᾿ αὐτοκράτωρ ἐφ᾿ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ᾿ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.5.6

    Cassius Dio
    καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ᾿ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.12.3

    Cassius Dio
    ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ᾿ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.17.8

    Cassius Dio
    τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.42.5

    Cassius Dio
    κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Hippias 5

    Lucian
    μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ' ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμβήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens