Painting
Item set
- Title
-
Painting
Items
-
Orations 45.32
Aelius Aristides
οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατ᾽ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων: καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 142Location: Smyrna -
Orations 24.53
Aelius Aristides
οἱ δὲ τοὺς λῃστὰς ἐκεῖνοι καταδιώξαντες καὶ τὰ νεώρια κοσμήσαντες τοῖς ἐμβόλοις καὶ ταῖς μεγάλαις ἐκείναις τριήρεσιν, ἃς ἡμεῖς εἴδομεν πρὸ τοῦ σεισμοῦ, πρὸς θεῶν εἰ μὴ Τυρρηνοῖς μηδὲ τοῖς πλοίοις τοῖς λῃστικοῖς, ἀλλ᾽ αὐτοῖς κατὰ ναῦν ἐμάχοντο, ἆρ᾽ ἄν ποτε τῆς θαλάττης ἦρξαν, ἢ τοὺς κόσμους τούτους εἰσήγαγον εἰς τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τοῖς ἐξ αὑτῶν ἐπὶ τοῖς ἔργοις τούτοις κατέλιπον;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 149Location: Smyrna -
Orations 25.59
Aelius Aristides
οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.68
Aelius Aristides
τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖνText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 26.94-95, 97
Aelius Aristides
νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Life of Cimon 3.6
Plutarch
Αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τεΚεκροπίαν κόσμησ᾿ ἡμιθέων ἀρεταῖς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronaea -
Histories 9.10.12-13
Polybius
τὰ δ᾽ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς: Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 6.53.4-6
Polybius
μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ᾽ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Electra 1400-1401
Sophocles
ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Economics 5.3
Xenophon
ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει:Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Hiero 11.2-3
Xenophon
οἰκίαν πρῶτον ὑπερβαλλούσῃ δαπάνῃ κεκαλλωπισμένην μᾶλλον ἡγῇ κόσμου ἄν σοι παρέχειν ἢ πᾶσαν τὴν πόλιν τείχεσί τε καὶ ναοῖς καὶ παστάσι καὶ ἀγοραῖς καὶ λιμέσι κατεσκευασμένην; ὅπλοις δὲ πότερον τοῖς ἐκπαγλοτάτοις αὐτὸς κατακεκοσμημένος δεινότερος ἂν φαίνοιο τοῖς πολεμίοις ἢ τῆς πόλεως ὅλης εὐόπλου σοι οὔσης;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Agesilaus 9.6
Xenophon
ἐκεῖνό γε μὴν πῶς οὐ καλὸν καὶ μεγαλογνῶμον, τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον, κύνας τε πολλοὺς θηρευτὰς καὶ ἵππους πολεμιστηρίους τρέφοντα, Κυνίσκαν δὲ ἀδελφὴν οὖσαν πεῖσαι ἁρματοτροφεῖν καὶ ἐπιδεῖξαι νικώσης αὐτῆς ὅτι τὸ θρέμμα τοῦτο οὐκ ἀνδραγαθίας ἀλλὰ πλούτου ἐπίδειγμά ἐστι;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 350-359 -
Cyropaedia 6.4.2
Xenophon
καὶ τῷ Ἀβραδάτᾳ δὲ τὸ τετράρρυμον ἅρμα καὶ ἵππων ὀκτὼ παγκάλως ἐκεκόσμητο.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 370 -
Peloponnesian War 6.54.5
Thucydides
καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν αὐτῶν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ ἔθυον.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 431-400Location: Athens -
Critius 115c-d
Plato
τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἦσαν μητρόπολιν, πρῶτον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι. τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατ᾽ ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρ᾽ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Statesman 288c
Plato
πέμπτον δὲ ἆρ’ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δ’ ἂν ὀνόματι περιληφθέντα ἑνί;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Laws 769a-b
Plato
οἶσθ᾽ ὅτι καθάπερ ζωγράφων οὐδὲν πέρας ἔχειν ἡ πραγματεία δοκεῖ περὶ ἑκάστων τῶν ζῴων, ἀλλ᾽ ἢ τοῦ χραίνειν ἢ ἀποχραίνειν, ἢ ὁτιδήποτε καλοῦσι τὸ τοιοῦτον οἱ ζωγράφων παῖδες, οὐκ ἄν ποτε δοκεῖ παύσασθαι κοσμοῦσα, ὥστε ἐπίδοσιν μηκέτ᾽ ἔχειν εἰς τὸ καλλίω τε καὶ φανερώτερα γίγνεσθαι τὰ γεγραμμένα.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Rhesus 403
Euripides
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;Text Category: Literature: poetryCentury Range: 5th century BCELocation: Athena -
Helen 1414
Euripides
οὔκουν ὅδ᾽ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 412Location: Athens -
Orations 50.34
Demosthenes
“ἢ σὺ τοσοῦτον,” ἔφη, “ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων;Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Nicomachean Ethics 1123a.5-20
Aristotle
μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον· οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ’ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον <ἁπλῶς> μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐπέρβλητον) καὶ ἔχον κατ’ ἀξίαν τοῦ δαπανήματοςText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1349b.34-36
Aristotle
Εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατὸν ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Suppliant Women 463
Aeschylus
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460-469Location: Athens -
Chaereas and Callirhoe 8.6.2
Chariton
ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias