Animal

Item set

Items

Advanced search
  • Sertorius 19.4

    Plutarch
    οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Publica 19.4

    Plutarch
    ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 36.4

    Plutarch
    ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τραπέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμημένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως, χλευασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος ὥρμησε φεύγειν διὰ θυρῶν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 19.3

    Plutarch
    πλειόνων δὲ συνδραμόντων ἐπ᾽ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Philopoemen 21.3

    Plutarch
    οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖς δ᾽ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔτε, οἷον ἐπὶ πένθει τοσούτῳ, κατηφεῖς οὔτε τῇ νίκῃ γαυριῶντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Antiquitates Romanae 10.24.2

    Dionysius of Halicarnassus
    ὡς δ᾿ ἐγγὺς ἦν, ἵππους τ᾿ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχὴ προσήνεγκαν

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 6.94.1

    Dionysius of Halicarnassus
    ἐδωρήσατο δ᾿ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 5.34.3

    Dionysius of Halicarnassus
    μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφ᾿ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇ φαλάροις κεκοσμημένῳ διαπρεπέσι.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Greek Anthology 6.246

    Philodemus
    κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν, τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον, κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον, ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος, καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτων μάστιγα, ῥοίζου μητέρα καρχαλέην.

    Text Category: Literature: epigram
    Century Range: 1st century BCE
    Location: Herculaneum?

  • Prometheus es in verbis

    Lucian
    οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Life of Eumenes 14.4

    Plutarch
    ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Lives of Eminent Philosophers 1.2.51

    Diogenes Laertius
    Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται: ὁ δέ "ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς: φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι."

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Geography 15.1.69

    Strabo
    τῶν τε μυρμήκων τινὰς καὶ πτερωτοὺς λέγουσι τῶν χρυσωρύχων: ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς, καθάπερ τοὺς Ἰβηρικούς: ἐν δὲ ταῖς κατὰ τὰς ἑορτὰς πομπαῖς πολλοὶ μὲν ἐλέφαντες πέμπονται χρυσῷ κεκοσμημένοι καὶ ἀργύρῳ, πολλὰ δὲ τέθριππα καὶ βοϊκὰ ζεύγη: εἶθ᾽ ἡ στρατιὰ κεκοσμημένη: καὶ χρυσώματα δὲ τῶν μεγάλων λεβήτων καὶ κρατήρων ὀργυιαίων: καὶ τοῦ Ἰνδικοῦ χαλκοῦ τράπεζαί τε καὶ θρόνοι καὶ ἐκπώματα καὶ λουτῆρες, λιθοκόλλητα τὰ πλεῖστα σμαράγδοις καὶ βηρύλλοις καὶ ἄνθραξιν Ἰνδικοῖς: καὶ ἐσθὴς δὲ ποικίλη χρυσόπαστος, καὶ βόνασοι καὶ παρδάλεις καὶ λέοντες τιθασοὶ καὶ τῶν ποικίλων ὀρνέων καὶ εὐφθόγγων πλῆθος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Description of Greece 8.7.2

    Pausanias
    τὸ δὲ ἀρχαῖον καὶ καθίεσαν ἐς τὴν Δίνην τῷ Ποσειδῶνι ἵππους οἱ Ἀργεῖοι κεκοσμημένους χαλινοῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.13.6

    Pausanias
    ἀνάκειται δὲ ἐπὶ τῆς ἀγορᾶς αἲξ χαλκῆ, τὰ πολλὰ ἐπίχρυσος· παρὰ δὲ Φλιασίοις τιμὰς ἐπὶ τῷδε εἴληφε. τὸ ἄστρον ἣν ὀνομάζουσιν αἶγα ἀνατέλλουσα τὰς ἀμπέλους λυμαίνεται συνεχῶς· ἵνα δὲ ἄχαρι μηδὲν ἀπ’ αὐτῆς γένηται, οἱ δὲ τὴν ἐπὶ τῆς ἀγορᾶς χαλκῆν αἶγα ἄλλοις τε τιμῶσι καὶ χρυσῷ τὸ ἄγαλμα ἐπικοσμοῦντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • On the Judaean War 7.136-139

    Flavius Josephus
    ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρ’ αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, ὅ τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζῴων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων. ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τ’ εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν. ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλ’ ἡ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.350

    Flavius Josephus
    οἱ δέ, ὥσπερ ἔθος, ἀποκαλύψαντες τὰ ὅπλα θήκαις ἐσκεπασμένα τέως κατάφρακτοι προῄεσαν καὶ τοὺς ἵππους ἄγοντες οἱ ἱππεῖς κεκοσμημένους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.42

    Flavius Josephus
    πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ὁ ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπ᾽ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.185

    Flavius Josephus
    ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθ’ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 2.15.3

    Longus
    Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Library 17.93.2

    Diodorus Siculus
    τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους,

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.86.5

    Diodorus Siculus
    ἀπέχοντος δὲ τεσσαράκοντα σταδίους τοῦ βασιλέως ἐκτάξας τὴν δύναμιν ὡς εἰς πόλεμον καὶ τοὺς ἐλέφαντας κοσμήσας ἀπήντα μετὰ τῶν φίλων.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • De lingua latina,7.3 (40)

    Varro
    Quare ego arbitror potius Lucas ab luce, quod longe relucebant propter inauratos regios clupeos, quibus eorum tum ornatae erant turres.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome