Building
Item set
- Title
-
Building
Items
-
On Idolatry 8.1-3
Tertullian
Nec enim differt, an extruas vel exornes, si templum, si aram, si aediculam eius instruxeris, si bratteam expresseris aut insignia aut etiam domum fabricaveris. Maior est eiusmodi opera, quae non effigiem confert, sed auctoritatem. Si ita necessitas exhibitionis extenditur, habent et alias species, quae sine exorbitatione disciplinae id est sine idoli confictura opem victus praestent. Scit albarius tector et tecta sarcire et tectoria inducere et cisternam liare et cymatia distendere et multa alia ornamenta ||f110 praeter simulacra parietibus incrispare. Scit et pictor et marmorarius et aerarius et quicumque caelator latitudines suas et utique multo faciliores.Text Category: Literature: proseCentury Range: 3rd century CE -
De Spectaculis 8.10
Tertullian
singula ornamenta circi singula templa sunt.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 197-202 -
Nausias, Oration 107 fragment 238 line 3
Lysias
Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ' ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 1 line 2
Melanthius
αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τεΚεκροπίαν κόσμησ᾽ ἡμιθέων ἀρεταῖς.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Fragment B2 Line 8
Critias
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάληκαὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
History Fragment 150b line 2
Timaeus
Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ΄ ἄλλος ἐποίησε μείζω• ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίοναςText Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 1 line 45
Megasthenes
ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. Abderita, Fragmenta, Fragment 7 line 15
Hecataeus of Abdera
ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. Abderita, Fragmenta, Fragment 25 line 970
Hecataeus of Abdera
κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοιςText Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. Abderita, Fragmenta, Fragment 25 line 645
Hecataeus of Abdera
καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. et. Astrol. Fragment 14b line 30
Berosus
αὐτὸς δὲ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμωςText Category: Literature: proseCentury Range: 3rd century BCE -
Leukadia, Fragment 686 line 1
Menander
<ὑπ>εδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.<ἡ> ζάκορος ἡ κοσμοῦσα τὸν ναόν, τέκνον.Text Category: Literature: poetryCentury Range: 4th century BCE -
PSI 15 1514
Unknown
ἱερὸν κόσμον συντετελεσμέ(νον)ὑπὸ Ἀκουσιλάου τ̣ο̣ῦ̣ Νίκω̣νος Αἰγυπ̣τ̣ί̣ο̣υκαὶ λογευτοῦ ἐπιστροφηι(*) οὐ γέγον(εν)... παρὰ τὰ ὑ[πὸ]τῶν βασιλέων προστεταγμέν(α),εἰσβιασάμενος ἔνδον παρʼ ἐμοὶκαὶ διαρπάσας τοῖς θεαταῖς πολὺ τῶνκόσμων καὶ τῶν ἄλλων ἀπεχρή-σατο... ἔστι δέ· θυμιατήρι(ον) κασι(τέρινον)(*) (δραχμῶν) ιβ,σπονδεῖον ἀργυ(ρίου) (δραχμῶν) μ, λιβανωτρίδαἀξίαν (δραχμῶν) δ, κίστην στολιστοῦθεῶν ἄξιον (δραχμῶν) ρ, ̣ ̣ ̣στολ̣ι̣με̣ν̣ ̣ (?)ἀξίαν ἀργυ(ρίου) (δραχμῶν) ζ.Text Category: PapyrusCentury Range: 1st century BCEDate: 89-53Location: Egypt -
P.Oxy. 6 899 V Kol. II
Apollonarion
καὶ περὶ Σενεκελεὺ καὶ Κε̣[- ca.25 -][ ̣ ̣ ̣]σ̣ος. ἐς(*) ὅσον μὲν οὖν δύναμίς μοι ὑ(*)πῆρχεν ταύτας ἐγεώργουν καὶ ἀν̣[- ca.25 -][τὰ τ]ελούμενα, ἐπεὶ δὲ συνέβη μοι ἔκ τε ἐπικλ[α]σμῶν κελευσθέντων [- ca.11 - ὑπὸ τοῦ λαμπροτά-][του] ἡγεμόνος Αἰμιλίου Σατουρνίνου καὶ ἐξ ἄλλων τινῶν ἀφορμῶν καὶ ς̣[- ca.25 -][ἀνα]γκαίως σχεδόν τι διενιαυτίσαι με ἐν τούτοις οὐ μόνον συνεχομέν[ην - ca.19 - ἀλλὰ][καὶ] δ̣ι̣ὰ τοῦτο τήν τε ἐνδομενείαν(*) μου καὶ τὸν οἰκεῖον κόσμον καὶ τὴν ἀ ̣[- ca.25 -][καὶ ἄ]λλα τῶν ἐμῶν πλεῖστα ἔμφορα πολλοῦ ἄξια ὀλίγου παντελῶς ἐν τῷ [- ca.25 -][εἰς ἔνδειά]ν̣ με οὐ τὴν τυχοῦσαν περιστῆναι.Text Category: PapyrusCentury Range: 3rd century CEDate: 200-201Location: Oxyrhynchus -
Orations 22.10
Aelius Aristides
πλάσματα τοίνυν καὶ γραφὰς καὶ τὸν κύκλῳ κόσμον τοῦτον τίς ἂν οὐχὶ καὶ ἐν ταῖς τριόδοις ὁρῶν ἐγανώθη, μή τί γε δὴ ἐν προσθήκῃ τῶν σεμνοτέρων εἶδεν;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 171Location: Smyrna -
Orations 45.32
Aelius Aristides
οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατ᾽ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων: καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 142Location: Smyrna -
Orations 25.59
Aelius Aristides
οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 19.10
Aelius Aristides
ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 11.18
Aelius Aristides
εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ᾽ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ᾽ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Leuctra -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Speeches 4.25 (In Defence of Euxenippus)
Hyperides
ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία [Note] αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 330Location: Athens -
Deipnosophistae 1.28b-c (in Critias, Fragments 2.7-8)
Athenaeus
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη,καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Life of Cimon 3.6
Plutarch
Αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τεΚεκροπίαν κόσμησ᾿ ἡμιθέων ἀρεταῖς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronaea -
Histories 39.6.1
Polybius
Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 11.3.5
Polybius
ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ τὰ κατὰ μέρος διασαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν ἡ πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς ἔγεμε πελάνων καὶ θυμάτων,Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome