Person (Ornamented)
Item set
- Title
-
Person (Ornamented)
Items
-
Bacchae 820-837
Euripides
Πενθεύςἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.Διόνυσοςστεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.Πενθεύςτί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;Διόνυσοςμή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.Πενθεύςεὖ γ᾽ εἶπας αὖ τόδ᾽: ὥς τις εἶ πάλαι σοφός.ΔιόνυσοςΔιόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.Πενθεύςπῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς;Διόνυσοςἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.Πενθεύςτίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει.Διόνυσοςοὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.Πενθεύςστολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν;Διόνυσοςκόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.Πενθεύςτὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;Διόνυσοςπέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα.Πενθεύςἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί;Διόνυσοςθύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.Πενθεύςοὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.Διόνυσοςἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 405Location: Athens -
Andromache 1158-1160
Euripides
ἡμεῖς δ᾽ ἀναρπάσαντες ὡς τάχος χεροῖνκομίζομέν νίν σοι κατοιμῶξαι γόοιςκλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 425Location: Athens -
Orations 27.10
Demosthenes
χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνει’ εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δ’ οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ καὶ ἐκπώματα καὶ χρυσία καὶ ἱμάτια, τὸν κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτ’ εἰς μυρίας δραχμάς, ἀργυρίου δ’ ἔνδον ὀγδοήκοντα μνᾶς.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Orations 21.16
Demosthenes
τὴν γὰρ ἐσθῆτα τὴν ἱεράν (ἱερὰν γὰρ ἔγωγε νομίζω πᾶσαν ὅσην ἄν τις εἵνεκα τῆς ἑορτῆς παρασκευάσηται, τέως ἂν χρησθῇ) καὶ τοὺς στεφάνους τοὺς χρυσοῦς, οὓς ἐποιησάμην ἐγὼ κόσμον τῷ χορῷ, ἐπεβούλευσεν, ὦ ἄνδρες Ἀθηναῖοι, διαφθεῖραί μοι νύκτωρ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ χρυσοχόου.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Dithyrambs 17.57-63
Bacchyldies
εἰδὲ καὶ σὲ Τροιζηνία σεισίχθονιφύτευσεν Αἴθρα Ποσει-60δᾶνι, τόνδε χρύσεονχειρὸς ἀγλαὸνἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Epinicians 7.10-11
Bacchylides
Ἀρ[ιστομένει]οννῦν γ]᾽ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]ναText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 452Location: Olympia -
Politics 1324b.13-16
Aristotle
ἐν ἐνίοις γὰρ καὶ νόμοι τινές εἰσι παροξύνοντες πρὸς τὴν ἀρετὴν ταύτην, καθάπερ ἐν Καρχηδόνι φασὶ τὸν ἐκ τῶν κρίκων κόσμον λαμβάνειν ὅσας ἂν στρατεύσωνται στρατείαςText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Politics 1267b.23-30
Aristotle
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος)Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Nicomachean Ethics 1125a.28-32
Aristotle
οἱ δὲ χαῦνοι ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτ᾿ ἐπιφανῶς· οὐ γὰρ ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται· καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις· καὶ βούλονται τὰ εὐτυχήματα φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι περὶ αὐτῶν, ὡς διὰ τούτων τιμηθησόμενοι.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Eudemian Ethics 1233a.32-36
Aristotle
Ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν1 τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν, τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλ᾿ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1349a.15-24
Aristotle
Διονύσιος Συρακούσιος βουλόμενος χρήματα υναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρ᾿ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι. ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ δι᾿ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1344a.20-23
Aristotle
περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖ ἀλαζονευομένους ἀλλήλοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. ἡ δὲ διὰ τῆς κοσμήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Athenian Constitution 14.4
Aristotle
ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ’ ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ’ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ’ αὐτοῦText Category: Literature: proseCentury Range: 4th century BCEDate: 328-325Location: Athens -
Assemblywomen 721-724
Aristophanes
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμέναςτὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνονκατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.Text Category: Literature: poetryCentury Range: 4th century BCEDate: 392Location: Athens -
Suppliant Women 246
Aeschylus
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460-469Location: Athens -
Seven Against Thebes 397-399
Aeschylus
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα:λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 467Location: Athens -
Persians 918-921
Aeschylus
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆςκαὶ περσονόμου τιμῆς μεγάλης,κόσμου τ᾽ ἀνδρῶν,οὓς νῦν δαίμων ἐπέκειρεν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Persians 849-850
Aeschylus
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμωνὑπαντιάζειν παιδί μου πειράσομαι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Persians 831-834
Aeschylus
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴςλαβοῦσ᾽ ὑπαντίαζε παιδί.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Eumenides 50-56
Aeschylus
εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμέναςδεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖναὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν:ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματαφέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458Location: Athens -
Agamemnon 1270-1272
Aeschylus
ἐποπτεύσας δέ μεκἀν τοῖσδε κόσμοις καταγελωμένην μέγαφίλων ὑπ᾿ἐχθρῶν οὐ διχορρόπως, μάτηνText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458Location: Athens -
Against Ctesiphon 3.154
Aeschines
προελθὼν ὁ κῆρυξ καὶ παραστησάμενος τοὺς ὀρφανοὺς ὧν οἱ πατέρες ἦσαν ἐν τῷ πολέμῳ τετελευτηκότες, νεανίσκους πανοπλίᾳ κεκοσμημένουςText Category: Literature: proseCentury Range: 4th century BCEDate: 336Location: Athens -
Agaist Timarchus 1.183
Aeschines
ὁ δὲ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος γέγραφεν ἀρχαίως καὶ σεμνῶς περὶ τῆς τῶν γυναικῶν εὐκοσμίας. τὴν γὰρ γυναῖκα ἐφ’ ᾗ ἂν ἁλῷ μοιχός, οὐκ ἐᾷ κοσμεῖσθαι, οὐδὲ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσιέναι, ἵνα μὴ τὰς ἀναμαρτήτους τῶν γυναικῶν ἀναμειγνυμένη διαφθείρῃ· ἐὰν δ’ εἰσίῃ ἢ κοσμῆται, τὸν ἐντυχόντα κελεύει καταρρηγνύναι τὰ ἱμάτια καὶ τὸν κόσμον ἀφαιρεῖσθαι καὶ τύπτειν, εἰργόμενον θανάτου καὶ τοῦ ἀνάπηρον ποιῆσαι, ἀτιμῶν τὴν τοιαύτην γυναῖκα καὶ τὸν βίον ἀβίωτον αὐτῇ κατασκευάζων.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 346Location: Athens -
Chaereas and Callirhoe 6.4.1
Chariton
ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 5.5.7
Chariton
[καὶ] ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλιρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη τὰ μέλλοντα.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias