Person (Ornamented)
Item set
- Title
-
Person (Ornamented)
Items
-
Chaereas and Callirhoe 3.2.16
Chariton
μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 2.6.5
Chariton
βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς. κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν·Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 2.5.1
Chariton
ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 1.6.3
Chariton
Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοιText Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 1.1.15
Chariton
ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένονText Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 8.3.13
Chariton
Καλλιρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ. ἡ δὲ οὐκ ἠβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “<σὺ> κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικόςText Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 5.3.4
Chariton
χειροτονία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προεκρίθη Ῥοδογούνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα <κάλλους> καὶ περιβόητον· οἷον τῆς Ἰωνίας Καλλιρόη, τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογούνη. λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παρ᾿ αὑτῆς συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 4.5.5
Chariton
ἧκεν οὖν εἰς τὸ πανδοχεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Leucippe and Clitophone 8.6.13
Achilles Tatius
ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Leucippe and Clitophon 3.7.4-4
Achilles Tatius
οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.... ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀϊδωνεῖ νύμφη κεκοσμημένηText Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Leucippe and Clitophone 8.17.4
Achilles Tatius
καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατοText Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Leucippe and Clitophon 8.16.2
Achilles Tatius
περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃText Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Leucippe and Clitophon 2.11.4
Achilles Tatius
ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Oration 2.64.B
Julian
Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοText Category: Literature: proseCentury Range: 4th century CEDate: 357-358 -
Imagines 11.1.15-17
Philostratus Minor
κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δι᾿ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς ὁ τῆς Καλλιόπης.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Imagines 2.8.24-28
Philostratus the Lemnian
καὶ ἡ δέρη ἔτι ἡδίων ὑπὸ τοῦ μὴ κεκοσμῆσθαι· ὅρμοι γὰρ καὶ αὐγαὶ λίθων καὶ περιδέραια ταῖς μὲν ἐν μετρίῳ τῷ κάλλει γυναιξὶν οὐκ ἀηδῶς προσανθοῦσι καὶ νὴ Δί᾿ ὥρας τι ἐς αὐτὰς φέρουσιν, αἰσχραῖς δὲ καὶ ἄγαν ὡραίαις ἀντιπράττουσιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Images 1.16.34-36
Philostratus the Lemnian
φαιὸν γὰρ τρίβωνα τοῦτον ἀμπέχεται προσγεγραμμένης αὐτῷ καὶ ἀνυποδησίας, ᾗ μάλιστα δὴ οἱ Ἀττικοὶ κοσμοῦνται.Text Category: Literature:proseCentury Range: 3rd century CELocation: Rome -
Imagines 4.1.19-20
Philostratus Minor
τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος καὶ ἡ ἐν μέσοις κόρη, νύμφη τις οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφ᾿ αὐτὴν κόσμῳText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Imagines 2.9.31-34
Philostratus the Lemnian
ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Heroicus 42.1
Philostratus the Lemnian
Περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος· τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο ὁπότ’ ἦν Εὔφορβος.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Heroicus 40.5-6
Philostratus the Lemnian
τοῦτον γὰρ τὸν ταὼ (χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος) ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δ’ ἃ καὶ διατιθέντα, ἵν’ ὥσπερ οἱ τῶν λίθων ὅρμοι κεκοσμημένα φαίνοιτο, “ἰδοὺ” ἔφη, “οὗ πρώην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου.” ἐμοῦ δὲ ἐρομένου αὐτόν· “τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι;,” “τὸ φίλαυτον” εἶπε. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν, περιεσκόπει δὲ τὰ ὅπλα.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 600-601
Philostratus the Athenians
διαπρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρεσβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λειτουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν τῶν ἄνω.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 556
Philostratus the Athenian
οὐ γάρ ποτε οὔτ᾿ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾿ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾿ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾿ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 550
Philostratus the Athenian
μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπρέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.19
Philostratus the Athenian
Κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ‘ἑτέρῳ’ φασὶ ‘τύφῳ.’Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome