Person (Ornamented)
Item set
- Title
-
Person (Ornamented)
Items
-
De Natura Animalium 4.17
Aelian
καὶ ἡ λύγξ δὲ ἀποκρύπτει τὸ οὖρον· ὅταν γὰρ παγῇ, λίθος γίνεται, καὶ γλυφαῖς ἐπιτήδειός ἐστι, καὶ τοῖς γυναικείοις κόσμοις συμμάχεται, φασίνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Verae Historiae 46
Lucian
ἑσπέρας δὲ ἤδη προσήχθημεν νήσῳ οὐ μεγάλῃ κατῳκεῖτο δὲ ὑπὸ γυναικῶν, ὡς ἐνομίζομεν, Ἑλλάδα φωνὴν προϊεμένων προσῄεσαν γὰρ καὶ ἐδεξιοῦντο καὶ ἠσπάζοντο, πάνυ ἑταιρικῶς κεκοσμημέναι καὶ καλαὶ πᾶσαι καὶ νεάνιδες, ποδήρεις τοὺς χιτῶνας ἐπισυρόμεναι. ἡ μὲν οὖν νῆσος ἐκαλεῖτο Καβαλοῦσα, ἡ δὲ πόλις αὐτὴ Ὑδαμαρδία.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Verae Historiae 76
Lucian
ἦσαν δ᾽ ἐν αὐτοῖς καὶ πτερωτοί τινες καὶ τερατώδεις, καὶ ἄλλοι καθάπερ ἐς πομπὴν διεσκευασμένοι, οἱ μὲν ἐς βασιλέας, οἱ δὲ ἐς θεούς, οἱ δὲ εἰς ἄλλα τοιαῦτα κεκοσμημένοι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Deipnosophistae 15.16
Athenaeus
οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.9
Athenaeus
φὴς οὖν ‘ διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται;’ ‘πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα,’ φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, “ καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους, ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 14.51
Athenaeus
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 13.69
Athenaeus
Δωρίχα, ὀστέα μὲν σ᾽ ἁπαλῆς κόσμησ᾽ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξονσύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 13.12
Athenaeus
Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης, καὶ Κρῆτες δ᾽ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.79
Athenaeus
ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις χαίροντες ἔχουσιν αὑτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος, εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν, καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντεινόντων, ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.40
Athenaeus
Κτησίας δ᾽ ἱστορεῖ ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ,Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.38
Athenaeus
ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.31
Athenaeus
Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.27
Athenaeus
αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν᾽ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ᾽ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ:Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.25
Athenaeus
Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. Μασσαλιῶται δ᾽ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.20
Athenaeus
Συβαρῖται,’ φησίν, ‘ ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσειςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 9.79
Athenaeus
Σαπφὼ δ᾽ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτηνχερρόμακτρα δὲ πορφύρᾳκἀπαυγάμενα ταῦτά τοιΜνᾶσις πέμψ᾽ ἀπὺ Φωκάαςδῶρα τίμια κὰγγενῦν, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ ‘γυναῖκες δ᾽ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτραText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 6.75
Athenaeus
οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς: εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 6.22
Athenaeus
‘Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος.... συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.’ ’Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.34
Athenaeus
καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι καὶ ἀετοὶ πηχῶν εἴκοσι, στέφανοί τε χρυσοῖ ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς λίθοις πολυτελέσι κεκοσμημένος ὀγδοηκοντάπηχυς:: οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι: αἰγίς τε ὁμοίως χρυσῆ. ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσοῖ πάνυ πολλαί, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.32
Athenaeus
μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέτταρα καὶ συνωρίδες τράγων ἑξήκοντα, κόλων δεκαδύο, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ὀνελάφων ἑπτά, καὶ συνωρίδες δ᾽ ὄνων ἀγρίων, ἅρματα τέσσαρα, ἐπὶ δὲ πάντων τούτων ἀνεβεβήκει παιδάρια χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους, παρανεβεβήκει δὲ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυι, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῇσαν δὲ καὶ συνωρίδες καμήλων ἕξ, ἐξ ἑκατέρου μέρους τρεῖς : αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ᾽ ἡμιόνων ἀγόμεναι. αὗται δ᾽ εἶχον σκηνὰς βαρβαρικάς, ὑφ᾽ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι κεκοσμημέναι ὡς αἰχμάλωτοι, κάμηλοι δ᾽ αἱ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.31
Athenaeus
προεκάθητο δ᾽ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ χειρὶ αἰγείῳ κέρατι χρυσῷ σημαίνων, ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.27
Athenaeus
ᾧ γυνὴ περικαλλεστάτη καὶ ἴση κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ χιτῶνι κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσέας, τῇ δ᾽ ἑτέρᾳ ῥάβδον φοίνικος: ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.38
Athenaeus
παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρασκευάζονται ἀνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 2.30
Athenaeus
κἆτ᾽ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοιςκἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita decem oratorum 11
Plutarch
πρός τε τούτοις ἡμίεργα παραλαβὼν τούς τε νεωσοίκους καὶ τὴν σκευοθήκην καὶ τὸ θέατρον τὸ Διονυσιακὸν ἐξειργάσατο, καὶ ἐπετέλεσε τό τε στάδιον τὸ Παναθηναϊκὸν καὶ τὸ γυμνάσιον τὸ κατὰ τὸ1 Λύκειον κατεσκεύασε, καὶ ἄλλαις πολλαῖς κατασκευαῖς ἐκόσμησε τὴν πόλιν·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea