Person (Ornamented)

Item set

Items

Advanced search
  • AE 1974, 00384 = AE 1975, 00496

    Unknown
    Dianae Aug(ustae) / Fabia C(ai) f(ilia) Fabiana cum ornamen/tis i(nfra) s(criptis) epulo dato d(at) d(edicat) // catella cum cylindr(i)s n(umero) VII armillas cum cy/lindris XX antemanus cum cylindris n(umero) XIII peris/celia cum cylindris n(umero) XVIII / anulos gemmatos n(umero) II

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 198-211
    Location: Baetica: Carteia

  • Life of Marcellus 30.2

    Plutarch
    ἀλλ᾽ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Marcellus 8.2

    Plutarch
    ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾁδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Lucullus 39.5

    Plutarch
    στρατηγοῦ δέ ποτε φιλοτιμουμένου περὶ θέας καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυρᾶς χλαμύδας ἀπεκρίνατο σκεψάμενος,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Galba 17.5

    Plutarch
    καὶ προὔπιεν ὁ Τιγελλῖνος αὐτῇ πέντε καὶ εἴκοσι μυριάδας ἀργυρίου, καὶ τῶν παλλακίδων τὴν ἀγελαρχοῦσαν ἐκέλευσε τὸν περιδέραιον κόσμον ἀφελομένην ἐκείνῃ περιάψαι, πεντεκαίδεκα μυριάδων εἶναι λεγόμενον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Dion 23.3

    Plutarch
    ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δ᾽ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Crassus 17.4

    Plutarch
    ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δ᾽ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Coriolanus 32.1

    Plutarch
    ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπ᾽ οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις: λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cleomenes 38.6

    Plutarch
    τέλος δὲ μετὰ πάσας ἑαυτὴν κοσμήσασα, καὶ καταγαγοῦσα τὴν περιβολήν, καὶ μηδένα προσελθεῖν ἐάσασα μηδὲ ἰδεῖν ἄλλον ἢ τόν ἐπὶ τῆς σφαγῆς τεταγμένον, ἡρωικῶς κατέστρεψεν, οὐδενὸς δεηθεῖσα κοσμοῦντος καὶ περικαλύπτοντος μετὰ τὴν τελευτήν. οὕτω παρέμεινε τῷ θανάτῳ τὸ κόσμιον τῆς ψυχῆς, καὶ διεφύλαξεν ἣν ζῶσα φρουρὰν τῷ σώματι περιέθηκεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cleomenes 6.4

    Plutarch
    ἀποθανόντων δὲ συχνῶν τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε, τὸν δὲ Λυδιάδαν νεκρὸν ἀχθῆναι πρὸς αὑτὸν κελεύσας, κοσμήσας πορφυρίδι καὶ στέφανον ἐπιθεὶς, πρὸς τὰς πύλας τῶν Μεγαλοπολιτῶν ἀπέστειλεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cicero 45.3

    Plutarch
    τοῦ δὲ Κικέρωνος ἀκμὴν ἔσχεν ἡ δύναμις ἐν τῇ πόλει τότε μεγίστην, καὶ κρατῶν ὅσον ἐβούλετο τόν μὲν Ἀντώνιον ἐξέκρουσε καὶ κατεστασίασε καὶ πολεμήσοντας αὐτῷ τοὺς δύο ὑπάτους, Ἵρτιον καὶ Πάνσαν, ἐξέπεμψε, Καίσαρι δὲ ῥαβδούχους καὶ στρατηγικὸν κόσμον, ὡς δὴ προπολεμοῦντι τῆς πατρίδος, ἔπεισε ψηφίσασθαι τὴν σύγκλητον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cato the Younger 81.2

    Plutarch
    ἀλλ᾽ οὔτε φόβος αὐτοὺς οὔτε κολακεία τοῦ κρατοῦντος οὔτε ἡ πρὸς ἀλλήλους διαφορὰ καὶ στάσις ἀμβλυτέρους ἐποίησε τῆς πρὸς Κάτωνα τιμῆς, κοσμήσαντες δὲ τὸ σῶμα λαμπρῶς καὶ πομπὴν ἐπιφανῆ παρασχόντες καὶ θάψαντες παρὰ τὴν θάλασσαν, οὗ νῦν ἀνδριὰς ἐφέστηκεν αὐτοῦ ξιφήρης, οὕτως ἐτράποντο πρὸς τὸ σῴζειν ἑαυτοὺς καὶ τὴν πόλιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cato the Elder 18.2

    Plutarch
    ὀχήματος, κόσμου γυναικείου, σκευῶν τῶν περὶ δίαιταν, ὧν ἑκάστου τὸ τίμημα δραχμὰς χιλίας καὶ πεντακοσίας ὑπερέβαλλεν, ἀποτιμᾶσθαι τὴν ἀξίαν εἰς τὸ δεκαπλάσιον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Camillus 33.3

    Plutarch
    θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δ᾽ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δ᾽ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν: τὰς ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις οὐ πάνυ πόρρω τῆς πόλεως στρατοπεδεύουσι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Camillus 21.2

    Plutarch
    οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐν ἀγορᾷ ἐκάθηντο κεκοσμημένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Camillus 8.3-4

    Plutarch
    αἱ γυναῖκες αὐταὶ καθ᾽ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα…. ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντες ἐξέπεμψαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Brutus 40.6

    Plutarch
    καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Artaxerxes 24.6

    Plutarch
    οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Artaxerxes 15.1

    Plutarch
    κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Aemilius Paullus 32.1

    Plutarch
    ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις, ἃ κίρκους καλοῦσι, περί τε τήν ἀγορὰν ἰκρία πηξάμενοι, καὶ τἆλλα τῆς πόλεως μέρη καταλαβόντες, ὡς ἕκαστα παρεῖχε τῆς πομπῆς ἔποψιν, ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 85.3

    Plutarch
    δρόμῳ γὰρ ἐλθόντες καὶ τοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακειμένην κλίνῃ, κεκοσμημένην βασιλικῶς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 83.4

    Plutarch
    ‘ἀλλ᾽ οὐ δεινόν,’ εἶπεν, ‘ὦ Καῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ἀφικέσθαι πρὸς ἐμὲ καὶ προσειπεῖν οὕτω πράττουσαν, οἱ δὲ δοῦλοί μου κατηγοροῦσιν εἴ τι τῶν γυναικείων ἀπεθέμην, οὐκ ἐμαυτῇ δήπουθεν, ἡ τάλαινα, κόσμον, ἀλλ᾽ ὅπως Ὀκταουία καὶ Λιβίᾳ τῇ σῇ μικρὰ δοῦσα δἰ ἐκείνων ἵλεώ σου τύχοιμι καὶ πραοτέρου;’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 54.5

    Plutarch
    ἅμα δὲ καὶ προήγαγε τῶν παίδων Ἀλέξανδρον μὲν ἐσθῆτι Μηδικῇ τιάραν καὶ κίταριν ὀρθὴν ἐχούσῃ, Πτολεμαῖον δὲ κρηπῖσι καὶ χλανίδι καὶ καυσίᾳ διαδηματοφόρῳ κεκοσμημένον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 26.2

    Plutarch
    αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι χρυσοπάστῳ κεκοσμημένη γραφικῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι παρ᾽ ἑκάτερον ἑστῶτες ἐρρίπιζον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 25.4

    Plutarch
    διὸ πολλὰ μὲν συνεσκευάσατο δῶρα καὶ χρήματα καὶ κόσμον οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων μεγάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν, τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶ αὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδας θεμένη παρεγένετο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea