Person (Ornamented)

Item set

Items

Advanced search
  • Life of Antony 12.1

    Plutarch
    ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις, ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο: διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων, ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν ἐντυγχανόντων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Antony 3.6

    Plutarch
    γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Demetrius 45.3

    Plutarch
    καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Themistocles 13.2

    Plutarch
    Θεμιστοκλεῖ δὲ παρὰ τὴν ναυαρχίδα τριήρη σφαγιαζομένῳ τρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοι μὲν ἰδέσθαι τὴν ὄψιν, ἐσθῆσι δὲ καὶ χρυσῷ κεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲ Σανδαύκης παῖδες εἶναι τῆς βασιλέως ἀδελφῆς καὶ Ἀρταΰκτου.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Solon 27.2

    Plutarch
    ἐκεῖνός τε γὰρ ὁρῶν ἄλλον ἐξ ἄλλου ποταμὸν ᾤετο τὴν θάλασσαν εἶναι, καὶ τῷ Σόλωνι τὴν αὐλὴν διαπορευομένῳ καὶ πολλοὺς ὁρῶντι τῶν βασιλικῶν κεκοσμημένους πολυτελῶς, καὶ σοβοῦντας ἐν ὄχλῳ προπομπῶν καὶ δορυφόρων, ἕκαστος ἐδόκει Κροῖσος εἶναι, μέχρι πρὸς αὐτὸν ἤχθη, πᾶν ὅσον ἐν λίθοις, ἐν βαφαῖς ἐσθῆτος, ἐν τέχναις χρυσοῦ περὶ κόσμον ἐκπρεπὲς ἔχειν ἢ περιττὸν ἢ ζηλωτὸν ἐδόκει περικείμενον, ὡς δὴ θέαμα σεμνότατον ὀφθείη καὶ ποικιλώτατον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Nicias 3.5

    Plutarch
    ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾁδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Nicias 3.3

    Plutarch
    λέγεται δ᾽ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν: ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Cimon 9.2-3

    Plutarch
    ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Lives of Eminent Philosophers 6.2.46

    Diogenes Laertius
    πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 6.1.10

    Diogenes Laertius
    εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστ᾽ εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν: ἀμυνεῖσθαι γὰρ τούτοις: εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.7.96

    Diogenes Laertius
    ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.2.51

    Diogenes Laertius
    Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται: ὁ δέ "ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς: φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι."

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Lives of Eminent Philosophers 1.prologue

    Diogenes Laertius
    ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα, κατ’ ἀπόρροιαν ὑπ’ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Civil Wars 5.1.6

    Appian
    οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ’ ἐλέου, δόντες δ’ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.12.94

    Appian
    καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ’ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.6.45

    Appian
    καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.6.39

    Appian
    ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.5.33

    Appian
    ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ᾽ ὅσον ἐβούλοντο αὐταί

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 1.12.106

    Appian
    κόσμῳ δ᾽ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 1.12.105

    Appian
    γίνεται δ᾽ εὐθὺς ἐν ἄστει στάσις ἐπ᾽ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δ᾽ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο: ἄλλο τε πλῆθος, ὅσον ἐπ᾽ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δ᾽ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Syrian Wars 33

    Appian
    ἑκάτερος δ’ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Punic Wars 19.131

    Appian
    τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἀπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος… εἶτ᾽ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν: ‘ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει: σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Punic Wars 19.80

    Appian
    ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.23

    Appian
    Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Wars in Spain 12.75

    Appian
    Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφ᾽ αὐτό.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt