Cultic (Ornamented)

Item set

Items

Advanced search
  • Antiquities of the Jews 15.396

    Flavius Josephus
    περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ’ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.298

    Flavius Josephus
    ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.90

    Flavius Josephus
    χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.107-108

    Flavius Josephus
    ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.224

    Flavius Josephus
    αὐτὸς δ᾽ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δ᾽ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.135

    Flavius Josephus
    καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.95

    Flavius Josephus
    Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.63

    Flavius Josephus
    Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους ὁ βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ κάλλους πολυτέλειαν, ᾗ βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 6.148

    Flavius Josephus
    καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ’ ὅταν ἀπειθεῖν δοκῇ. 6.148παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ’ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ’ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ’ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ’ εὐμενῶς, ἀλλ’ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.149

    Flavius Josephus
    ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 4.39.2

    Longus
    Ἀλλὰ καὶ ἄρρεν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον οἰὸς ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην, καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος: καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Library 13.34.5

    Diodorus Siculus
    αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 12.70.5

    Diodorus Siculus
    ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι: τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.89.8

    Diodorus Siculus
    καὶ οὐδεὶς ἱστορεῖται τῶν δεδωκότων τοῖς οἰκέταις πίστιν ταύτην παραβάς: οὕτω γὰρ ἡ τῶν θεῶν δεισιδαιμονία τοὺς ὀμόσαντας πρὸς τοὺς δούλους πιστοὺς ποιεῖ. ἔστι δὲ καὶ τὸ τέμενος ἐν πεδίῳ θεοπρεπεῖ κείμενον καὶ στοαῖς καὶ ταῖς ἄλλαις καταλύσεσιν ἱκανῶς κεκοσμημένον. περὶ μὲν οὖν τούτων ἱκανῶς ἡμῖν εἰρήσθω, πρὸς δὲ τὴν συνεχῆ τοῖς προϊστορημένοις διήγησιν ἐπάνιμεν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.25.1-2

    Diodorus Siculus
    ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • IGLSyr 1 47

    Antiochus I of Commagene
    ἱερεύς, ὅστις ὑπ’ ἐμοῦ καθέσταται, βασιλέων προ- priest, who was established by me γόνων ἐμῶν τῶν καθοσιωθέντων ἐν Ἀρσαμείαι [ἐν] θε- [ᾶ]ς Ἀργ[α]νδηνῆς περιβόλωι, ὅστις τε ἂν ὕστερον κα[τ]α[στ]α- [θῇ μέ]χρι παντὸς αἰῶνος, ἐκεῖνος ἠλευθερωμένος [ἄ]λ[λ]ης [χρ]εία[ς ἁ]πάσης ἀνε[μπόδισ]τος ἀπροφασιστός τε ἱεροθε- [σίοις τούτοις] π[ρο]σ[καρτερείτ]ω, [προνο]ούμενος θεραπεί- [ας τε καὶ κόσμου πρέποντο]ς ἱερῶν ἀ[γα]λ[μάτων]. ἐν δὲ [γενεθλίοις ἡμ]έ[ρα]ι[ς, ἃς ἐμμή]ν[ους ἄγει]ν ἑκάστου [κα]τ[ὰ] [πᾶν ἔτος ἀεὶ διατέταχα, κόσμον Περσικ]ῆς [ἐ]σθῆτος ἀνα- [λαμβάνων,

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Date: 64-38
    Location: Commagene: Arsameia

  • ID 500

    Unknown
    ἔχοντα τὸν κόσμον τὸν αὐτὸν ἀπ[ὸ] μ̣ε̣τ̣[οπί]- [ου καὶ τριγλύφου?

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 297
    Location: Delos

  • SEG 46:1325,2

    Unknown
    [Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι ἀνει]κήτῳ καὶ το[ῖς συννάοις θεοῖς — —]ος ἰδίαις δαπάναις ἐκόσμησεν.

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Location: Latium: Ostia

  • IGUR I 119

    Unknown
    ❦ Ἀγλιβώλῳ καὶ Μαλαχβήλῳ πατρῴοις θεοῖ[ς]               καὶ τὸ σίγνον ἀργυροῦν σὺν παντὶ κόζμῳ {²⁶κόσμῳ}²⁶ ἀνέθη[κε] Ἰ(ούλιος) Αὐρ(ήλιος) Ἡλιόδωρος Ἀντιόχου Ἁδριανὸς Παλμυρηνὸς ἐκ τῶν ἰδίων ὑπὲρ σωτηρίας αὐτοῦ καὶ τ(ῆς) συμβίου καὶ τ(ῶν) τέκνων ἔτους ζ∙μ∙φʹ μηνὸς Περιτίου.   {²titulum Palmyrenum ita latine vertit Chabot:}²   Palmyrene.5 “τοῖς Aglibôl et Malakbêl et signum argenteum et ornamentum eius fecit de sua crumena Iarḥai filius Ḥaliphi, filii Iarḥai, filii Lišamš (filii)  So῾adu, pro salute sua et salute filiorum suorum; mense Sebat anni DXXXXVII.”

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 236
    Location: Latium: Rome

  • I.Aquileia 182

    Unknown
    Τιβ(έριος) Κλαύδιος Μάγνος Ἐφέσιος καὶ βουλευτὴς τῆς Ἀκυλειησίων πόλε- ως, τοῦ συνεδρίου πάτρων, τὰς στοὰς τοῦ ναοῦ λίθῳ ποικίλῳ σκουτλώσας καὶ ζωγραφήσας ἐκ τῶν ἰδίων ἀναλω- μάτων ἐκόσμησα καὶ ἀφειέρωσα.

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 256
    Location: Venetia: Aquileia

  • IG XIV 451

    Unknown
    [Φ]οῖβον ἀκερσεκόμην [ἑκ]ατηβόλον Ἀπόλλωνα | [ἱ]δρυσάμην σηκ[ῷ τ’ ἐπὶ]    κόσμον κ[αλὸν ἔθηκα].

    Text Category: Inscription
    Location: Sicily: Catania

  • IGR I,5 1292

    Unknown
    ἀνε]- νεώθη καὶ ἐκοσμήθη [τὸ ἱερὸν ἐ]- πὶ Οὐικτωρίνου π(ραι)π(οσίτου) λεγ[εώνων γʹ] Γαλλικῆς καὶ αʹ Ἰλλυρικ[ῆς καὶ Ἐμεσην]- ῶ̣ν σαγιτταρίων τῇ προ[νοίᾳ

    Text Category: Inscription
    Century Range: 4th century CE
    Date: 323
    Location: Egypt: Koptos

  • Bernand Inscr. Métr. 130

    Unknown
    φάσματος <ὡς> ἱεροῖο νοήσεις κόσμον ἅπαντα

    Text Category: Inscription: dedication
    Century Range: 2nd century CE
    Location: Egypt: Giza

  • Prose sur pierre 14

    Unknown
    ὁ βασιλεὺς εἰς τὰ ἱερὰ καὶ θύσας ἀνέθηκεν προσόδους αὐτοῖς χωρὶς τῶν προανακει- μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 217
    Location: Egypt: Patoumos