Location

Item set

Items

Advanced search
  • Antiquities of the Jews 16.148-149

    Flavius Josephus
    Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ’ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ’ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 16.19

    Flavius Josephus
    ὁ δ’ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν, χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.331-332

    Flavius Josephus
    Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, ὃ πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλ’ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δ’ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδ’ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλ’ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.298

    Flavius Josephus
    ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.104

    Flavius Josephus
    ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψεν Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.5

    Flavius Josephus
    Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.236-237

    Flavius Josephus
    Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆςἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼςκαλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶςἀρετῆς ἀπελείπετο, ἀλλ᾽ εὐσεβὴς μὲν τὰ πρὸς τὸνθεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν,ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν: ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦταφιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότατῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶδυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τικατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴνἐποιεῖτο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.93

    Flavius Josephus
    τὴν δ᾽ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ᾽ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετ᾽ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 1.1.1

    Longus
    Πόλις ἐστὶ τῆς Λέσβου Μυτιλήνη, μεγάλη καὶ καλή: διείληπται γὰρ εὐρίποις ὑπεισρεούσης τῆς θαλάττης, καὶ κεκόσμηται γεφύραις ξεστοῦ καὶ λευκοῦ λίθου. Νομίσειας ἂν οὐ πόλιν ὁρᾶν ἀλλὰ νῆσον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Library 17.114.4

    Diodorus Siculus
    ὁ δ᾽ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον,

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.52.3

    Diodorus Siculus
    ἀπὸ γὰρ πύλης ἐπὶ πύλην διήκουσα τεσσαράκοντα μὲν σταδίων ἔχει τὸ μῆκος, πλέθρου δὲ τὸ πλάτος, οἰκιῶν δὲ καὶ ἱερῶν πολυτελέσι κατασκευαῖς πᾶσα κεκόσμηται.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.25.1-2

    Diodorus Siculus
    ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • TAM II 905

    Unknown
    καὶ αὐ- τὸς παραγενόμενος φιλο[τειμο]υμένῳ καὶ 25 ἀνιέντι ὑμεῖν τὸν ἑαυτ[οῦ πλοῦτο]ν εἰς κόσ- μον τῆς τοῦ ἔθνους ἀξί[ας μαρ]τυρῶ… Κλαύδι̣[ος? — — — — — — — — — — — — — — — ὑπερβαλλόμενος τού]ς τε πρ̣[ογόνους] [κα]ὶ τοὺς συνγ̣ε̣[ν]ε̣[ῖ]ς̣ [ἀπὸ πρώτης ἡλικίας τὰς μεγίστας δωρεὰς [δεδώ]ρηται φ[ιλότειμος] [ὢ]ν̣ πρὸς τὸ ἔθνος κοινῇ̣ [καὶ πρὸς τὰς πόλεις ἰδίᾳ, οὐδέπω τοῦτ]ο παύετ[αι νῦ]ν̣, [ἀλ]λὰ τὰς μὲν ἐπικοσμεῖ τῶ[ν πόλεων ἰδίοις ἀναλώμασιν, τὰς δ]ὲ καὶ πε̣[π]ονηκυίας 70 [διὰ] τὸν γενόμενον σεισμὸ[ν ἀνεκτήσατο... ἡγού]- 40 μενος καὶ ταῦτα̣ [τὰ ἀ]- ναλώματα εἰς τὴν [εὐσέ]- βειαν τοῦ κυρίου Αὐτ̣[ο]- κράτορος συντελ̣εῖσ- θαι αὐτῷ κτιζομ[έ]νων 45 καὶ κοσμουμέν̣[ω]ν τῶν πόλεων... καὶ τῇ Ῥοδιαπολει- τῶν πόλει μετὰ τῶν λοιπῶν ὧν παρέσχη- 75 κεν δύο ναοὺς ἐπισήμων ἀπαρτίζει #⁵⁶ πρό- θυμος δέ ἐστιν καὶ ταῖς λοιπαῖς πόλεσιν ταῖς βουλομέναις χαρίζεσθαι καὶ μηδεμί- αν πόλιν τῆς Λυκίας #⁵⁶ ἄμοιρον τῆς μεγα- λοψυχίας αὐτοῦ καταλιπεῖν, περὶ ὧν καὶ 80 αὐτῶν πάντων γεινομένων εἰς κόσμον καὶ αὔξησιν τῶν πόλεων προσῆκον ἥγητ[αι] τὸ̣ Λ̣υκίων ἔθνος #⁵⁶ Ὀ[πρα]μόᾳ μὲν πάλιν διὰ [τ]οῦδε τοῦ ψ̣[ηφίσματο]ς τὴ̣ν δικα[ίαν] ἀ̣π̣οδοῦν[αι μαρτυρίαν... [καὶ τὰ]ς̣ μὲν ἐπεικοσμεῖ {²⁶ἐπικοσμεῖ}²⁶ τῶν πόλεων τ[οῖς ἰ]δί-  [οις ἀναλ]ώ̣μασιν.. ἡγο]ύμενος καὶ ταῦτα τὰ ἀναλώματα  εἰς [τὴν εὐσέβει]α̣ν τοῦ κυρίου Αὐτοκράτορος σ̣υ̣[ν]-  τε[λεῖσθαι αὐτ]ῷ κτιζομένων καὶ κοσμουμέν̣[ων τῶν]  πό[λεων... ἐπεὶ γοῦν ταῖς θειοτάταις  Ὀπραμόας ἀντιγραφαῖς αὐτοῦ σεμνυνόμενος  πᾶν ὅσον ἔνεστιν μεγαλοφροσύνη ἐπιδείκνυται  καὶ προστίθησιν̣ [ἔ]τι κατ’ ἔτος ταῖς δ%⁸⁰?ωρεαῖς προσ-  αύξων τὰ{ι}ς {²⁶τὰς}²⁶ πόλεις  ταῖς τῶν ἔργων κατασκευ-  αῖς, πάλιν δή, ἀνθ’ [ὧ]ν νῦν παρέχει τε καὶ παρέσ-  χ̣ηκεν κοσμῶν πᾶσα[ν πολυτε]λῶς πόλιν

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 152-153
    Location: Lycia: Rhodiapolis

  • Ephesos 1254

    The demos and boule of Ephesos
    ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησαν Πό(πλιον) Καρσίδιον Παμφιλίωνα τὸν πρύτανιν καὶ γυμνασίαρχον τοῦ Σεβαστοῦ γυμνασίου καὶ πανηγυρίαρχον τῶν Μεγάλων Πασιθέων ἄνδρα φιλότειμον ἔν τε ἔργοις πολλοῖς καὶ μεγάλοις τὴν πατρίδα κεκοσμηκότα, τὴν ἀνάστασιν τοῦ ἀνδριάντος ποιησαμένου Φιλουμενοῦ vacat ἀπελευθέρου.

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 100
    Location: Ionia: Ephesos

  • IG V,2 268

    Unknown
    φθάνοντες δ’ ἀλλήλους ταῖς εἰς εὐ[ποΐας] ἐπινοίαις ναοὺς μὲν ἤγειραν εἰς ἔδαφος ἠ- ρε̣[ιμμέν]ο̣υς δειπνιστήριά τε προσεμήκυναν δειπνι- [στη]ρ̣ίοις καὶ ταμεῖα συνόδοις ἐχαρίσαντο, παρεχόμε- [νοι] μὴ μόνον θεοῖ̣ς εὐσέβειαν, ἀλλὰ καὶ τόποις κόσμον·... ἐνπ̣ρησθέντος τε τοῦ {κατὰ} κατὰ τὸ γυμν̣άσιον κύκλου̣ τ̣ὰς εἰς τὴν ἰδίαν εὐχρη- στίαν ἡτο̣ιμασμένας ἐχαρ[ίσα]το πλίνθους, τῆς κατ’ οἶ- κον ὠ̣[φε]λίας τὸν δημόσιον κόσμον προκρείνας… άκελλος ἐκ θεμελίων ὑψοῦτο πολυτελής, ἐργαστη- ρίων αὐτάρκη διαγραφόμενος καλλονήν, ἐνιδρύετο δ’ αὐ- τοῖς ἐξέδρα μέση, δυναμένη καὶ μόνη πόλεως κό- σμος εἶναι... προσεμηκύνετο δ’ αὐτοῖς καὶ βαίτης εὔχρηστος ἀπόλαυσις χιμέριον κατάστημα νικώ- σης, ἐπεσφραγίσατο δ’ αὐτῶν τὴν πολυτέλειαν περί- στυλον μαρμαρίνοις ἐπεριδόμεν<ο>ν κείοσιν, ὧν ἡ καλ- λονὴ καὶ τὸ λεῖπον ἔ<τ>ι τῆς ἀγορᾶς κεκόσμηκε καὶ τὰ μέτρια δ’ αὐτῶν εἶναι δοκοῦντα πρὸς σύνκρισιν

    Text Category: Inscription
    Century Range: 1st century BCE/ 1st century CE
    Date: 10 BCE - 10 CE
    Location: Arcadia: Mantinea

  • SEG 9:136

    Unknown
    αὐτοκράτορι Καίσαρι θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱῷ, θεοῦ Νέρουα υἱωνῷ, Τραϊανῷ [Ἀ]δριανῷ Σεβαστῷ, αὐτοκράτορι τὸ βʹ, ἀρχιερεῖ μεγίστῳ, δημαρχι- κῆς ἐξουσίας κβʹ, ὑπάτῳ τὸ γʹ, πατρὶ πατρίδος, σωτῆρι καὶ κτίστῃ, καὶ αὐτοκράτορι Τίτῳ Αἰλίῳ Καί- σαρι Ἀντωνείνῳ υἱῷ Ἀδριανοῦ Σεβαστοῦ ἡ Κυρηναίων πόλις κοσμηθεῖσα ὑπ’ αὐτοῦ καὶ τοῖς ἀγάλμασιν.

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 138
    Location: Cyrenaica: Cyrene

  • Breccia, Alexandria Mus. 54

    Unknown
    τῶν ἀπὸ Πτο[λε]μαίδος τεκ[τόν]ων πρεσ- [βυτέρ]ων ἐπικεκ- οσμηκότων τὸν ἑαυτῶν τόπον ὧν ἱερεὺς Διογ- ένης Ἀπολλ- ωνίου ἔτους εʹ Τιβε- ρίου Κλαυδί<ου> Καίσαρος Φαμενὼθ αʹ.

    Text Category: Inscription
    Century Range: 1st century CE
    Date: 45
    Location: Egypt: Ptolemaïs Hermiou

  • IGLSyr 21,2 140

    Unknown
    ὁρῶν Λεοντίου τοῦ ἱερέως τὸ πρᾶον θαύμαζε τῶν κτισμάτων κ(αὶ) τῶν πόνων τὴν ἀρετὴν, διὸ κ(αὶ) τῷδη τῷ τόπῳ τὴν περικαλλῆ τέθηκεν εὐκοσμίαν· ἐν ἔτει υϙηʹ, ἰνδ(ικτιῶνος) ϛʹ

    Text Category: Inscription
    Century Range: 7th century BCE
    Date: 603
    Location: Arabia: Medaba

  • Schindler, Boubon 6

    Boule and Demos of Boubon
    ὡς ἀπὸ τῆς προσόδου ἔργοις κοσμηθῆναι, καὶ ἔξ̣ω- θεν εἴς τε διανομὰς καὶ ἐλε- οθεσίαν καὶ ἀγῶνας,

    Text Category: Inscription
    Location: Lycia: Boubon

  • TAM II 838

    Unknown
    αὶ αἷς ἐ̣ποιήσαντο ἀνα̣δ̣ό̣σεσιν καὶ ἐπιδόσεσιν καὶ ἀναθέμασιν ναῶν τε καὶ ἀνδριάντων προσκ%⁸¹?εκοσμη%⁸¹?κότων τὴν πόλιν

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 134
    Location: Lycia: Idebessos

  • TAM II 799

    Zosimos son of Eutyches
    Ζώ<σ>ιμ̣ο<ς> Εὐτυ<χ>έου<ς> Ν̣ομίῳ <υ>ἱῷ <Ἀ>ρ<υ>[καν]δεὺς τύμβον ἑαῖς παλάμαις <χ>ῶ<σε?> καθο<ι>[χ]<ο>μέν[ῳ], οὐρ̣α<νί>ο<ις ὃς> πατρίδ’ <ἑὴν κ>όσ<μησε> πόνο<ισ>ιν <ν>αοδόμο<υ> τέχν̣[ης] ἐργ̣<ασί>ας τελέσας. πρῶτο<ν> Ἀθ<η>[ναίης ἅγι]ο̣[ν] <ν>αὸ̣[ν περί]σημ[ον] [σ]τ̣ῆ<σε> χαρι[ζόμενος τ]ῇδε πάτρῃ δαπάνας

    Text Category: Inscription: epitaph
    Century Range: 2nd century CE
    Location: Lycia: Arykanda

  • TAM II 583

    Unknown
    καὶ ἐν τῇ λοιπῇ τοῦ βίου πολει- τείᾳ πολλὰ καὶ μεγάλα ἀνη- [λ]ώσαντα εἴς τε τὸν τῆς π[όλεως] [κόσμον

    Text Category: Inscription
    Century Range: 1st century CE
    Date: 42
    Location: Lycia: Tlos

  • IK Selge 18

    Unknown
    π̣ολλὰ μὲν κατορθώσαντα καὶ [τὰ τῆς] π̣ό̣λεως πράγματα παρ’ ὃν ἔ- [ζησεν βί]ο̣ν καὶ μετὰ τὴν τελευτὴν δὲ μνή- [μης χά]ρ̣ι̣ν ἐπὶ τοῖς καλλίστοις ἀπολε- [λοιπότ]α̣, ἐ̣ξ ὧν μεγαλοφρόνως εἰς [τὸν] κόσμον τῆς πατρίδος ἐφιλοτειμή- [σα]τ[ο. τὸ]ν δὲ ἀνδριάντα ἀνέστησεν Οὐα- ❦λερία Κόσσα ἡ ἀνεψιά.

    Text Category: Inscription: epitaph
    Century Range: 3rd century CE
    Date: second quarter
    Location: Pisidia: Selge

  • AS 27 (1977) 72,6

    Unknown
    κὲ ἔν τε διανομαῖς πλου- τίσαντα τὴν πατρίδα ἔργοις τε περικαλλεστάτοις κο- σμήσαντα, κὲ μόνον τῶν πρὸ αὐτοῦ δι’ ὅλης ἐλαιοθε- τήσαντα τῆς ἡμέρας, ἐπι- μεληθέντ̣α̣ δὲ κὲ τῆς κατα- σκευῆς τοῦ βαλανείου

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 212-217?
    Location: Galatia: Ankyra

  • Bosch, Quellen Ankara 319,258

    Unknown
    τὴν πατρίδα ἔργοις τε περικαλλεστάτοις κοσμή- σαντα

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 212-217?
    Location: Galatia: Ankyra