Military (Ornamented)
Item set
- Title
-
Military (Ornamented)
Items
-
Life of Artaxerxes 10.3
Plutarch
καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Agesilaus 19.2
Plutarch
πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δ᾽ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Agesilaus 19.4-5
Plutarch
οὐ δεῖπνον ἤλλαξεν, οὐ λουτρόν, οὐ θεραπείαν γυναικός, οὐχ ὅπλων κόσμον, οὐκ οἰκίας κατασκευήν, ἀλλὰ καὶ τὰς θύρας ἀφῆκεν οὕτως οὔσας σφόδρα παλαιάς, ὡς δοκεῖν εἶναι, ταύτας ἐκείνας ἃς ἐπέθηκεν Ἀριστόδημος, καὶ τὸ κάνναθρόν, φησιν ὁ Ξενοφῶν οὐδέν τι σεμνότερον εἶναι τῆς ἐκείνου θυγατρὸς ἢ τῶν ἄλλων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Aemilius Paullus 22.1
Plutarch
καὶ τοὺς μὲν ἄλλους οἱ θεράποντες ὑπὸ λαμπάδων ἀπαντῶντες μετὰ χαρᾶς καὶ βοῆς ἀπῆγον ἐπὶ τὰς σκηνάς φωτὶ λαμπομένας καὶ κεκοσμημένας κιττοῦ καὶ δάφνης στεφάνοιςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Pericles 20.1
Plutarch
εἰς δὲ τὸν Πόντον εἰσπλεύσας στόλῳ μεγάλῳ καὶ κεκοσμημένῳ λαμπρῶς ταῖς μὲν Ἑλληνίσι πόλεσιν ὧν ἐδέοντο διεπράξατο καὶ προσηνέχθη φιλανθρώπως, τοῖς δὲ περιοικοῦσι βαρβάροις ἔθνεσι καὶ βασιλεῦσιν αὐτῶν καὶ δυνάσταις ἐπεδείξατο μὲν τῆς δυνάμεως τὸ μέγεθος καὶ τὴν ἄδειαν καὶ τὸ θάρσος ᾗ βούλοιντο πλεόντων καὶ πᾶσαν ὑφ᾽ αὑτοῖς πεποιημένων τὴν θάλασσαν, Σινωπεῦσι δὲ τρισκαίδεκα ναῦς ἀπέλιπε μετὰ Λαμάχου καὶ στρατιώτας ἐπὶ Τιμησίεων τύραννον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 27.6
Plutarch
τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 32.1
Plutarch
ὁ δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 12.1
Plutarch
τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν ἘφέσιοιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Description of Greece 4.32.5-6
Pausanias
Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ·πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον,ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷθοῦρος Ἀριστομένης Μεσσήνιος. αὐτὰρ ἐγώ τοιἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων.ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπ’ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
On the Judaean War 3.79
Flavius Josephus
Καὶ τὸ μὲν ἔνδον εἰς σκηνὰς διαλαμβάνουσιν, ἔξωθεν δ᾽ ὁ κύκλος τείχους ὄψιν ἐπίχει πύργοις ἐξ ἴσου διαστήματος κεκοσμημένος.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.76
Flavius Josephus
πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον ὡς ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δ’ ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτ’ ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.42
Flavius Josephus
πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ὁ ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπ᾽ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 18.55-56
Flavius Josephus
Πιλᾶτος δὲ ὁ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλειText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.167
Flavius Josephus
ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντεςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.57-58
Flavius Josephus
πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Strategicus 1.20
Onasander
οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονταιText Category: Literature: proseCentury Range: 1st century CE -
Library 16.3.1
Diodorus Siculus
τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 15.92.2
Diodorus Siculus
κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ᾽ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 15.3.4
Diodorus Siculus
ὁ δ᾽ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίανText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.62.2
Diodorus Siculus
Ἰμίλκων δὲ τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις κοσμήσας τὰς ναῦς κατέπλευσεν εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων, καὶ πολλὴν τοῖς ἐν τῇ πόλει κατάπληξιν ἐπέστησεν. διακόσιαι μὲν γὰρ καὶ πεντήκοντα μακραὶ ναῦς εἰσέπλεον ἐν τάξει τὰς εἰρεσίας ποιούμεναι καὶ τοῖς ἐκ τοῦ πολέμου λαφύροις πολυτελῶς κεκοσμημέναι,Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.44.7
Diodorus Siculus
ὀλίγαις δ᾽ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.41.5
Diodorus Siculus
ἔσπευδε γὰρ ἕκαστον τῶν στρατευομένων κοσμῆσαι τοῖς οἰκείοις ὅπλοιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 13.106.7
Diodorus Siculus
Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. μετὰ δὲ ταῦτ᾽ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 13.68.3
Diodorus Siculus
εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 13.3.2
Diodorus Siculus
αἱ μὲν οὖν τριήρεις παρ᾽ ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων: ὁ δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε θυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ θεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome