Arms and Armour
Item set
- Title
-
Arms and Armour
Items
-
Indica, Fragment 1 line 45
Megasthenes
ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Histories 3.47.2
Herodotus
καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι, ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου:Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 1.215.1
Herodotus
Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι, ἱππόται δὲ εἰσὶ καὶ ἄνιπποι (ἀμφοτέρων γὰρ μετέχουσι) καὶ τοξόται τε καὶ αἰχμοφόροι, σαγάρις νομίζοντες ἔχειν. χρυσῷ δὲ καὶ χαλκῷ τὰ πάντα χρέωνται: ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις, χαλκῷ τὰ πάντα χρέωνται, ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας, χρυσῷ κοσμέονται.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Heroicus 47.1
Philostratus the Lemnian
Τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι;Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Varia Historia 11.9
Aelian
Ὅτι Σκιπίων τέτταρα καὶ πεντήκοντα ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο, ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν· “ἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλ᾿ οὐκ ἐν τῇ ἀριστερᾷText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Pyrrhus 16.7
Plutarch
ἐπεὶ δ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Regum et imperatorum apophthegmata 82
Plutarch
ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ‘ὁ μὲν θυρεός,’ εἶπεν, ‘ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Lycurgus 22.1
Plutarch
τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 27.4
Plutarch
οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι, θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι δ᾽ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον κομιζομένας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Philopoemen 9.5
Plutarch
ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Antiquitates Romanae 15.3.4
Dionysius of Halicarnassus
ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττονText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 7.72.6
Dionysius of Halicarnassus
τοῖς δ᾿ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Life of Brutus 38.3
Plutarch
πλήθει μὲν οὖν οὐ παρ᾽ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ᾽ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμαText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Artaxerxes 10.3
Plutarch
καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Agesilaus 19.4-5
Plutarch
οὐ δεῖπνον ἤλλαξεν, οὐ λουτρόν, οὐ θεραπείαν γυναικός, οὐχ ὅπλων κόσμον, οὐκ οἰκίας κατασκευήν, ἀλλὰ καὶ τὰς θύρας ἀφῆκεν οὕτως οὔσας σφόδρα παλαιάς, ὡς δοκεῖν εἶναι, ταύτας ἐκείνας ἃς ἐπέθηκεν Ἀριστόδημος, καὶ τὸ κάνναθρόν, φησιν ὁ Ξενοφῶν οὐδέν τι σεμνότερον εἶναι τῆς ἐκείνου θυγατρὸς ἢ τῶν ἄλλων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
On the Judaean War 1.76
Flavius Josephus
πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον ὡς ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δ’ ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτ’ ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.167
Flavius Josephus
ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντεςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.57-58
Flavius Josephus
πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Strategicus 1.20
Onasander
οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονταιText Category: Literature: proseCentury Range: 1st century CE -
Strategmata, 4.1.5
Frontinus
Scipio Africanus, cum ornatum scutum elegantius cuiusdam vidisset, dixit non mirari se, quod tanta cura ornasset, in quo plus praesidii quam in gladio haberet.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Historia Alexandri Magni, 8.5.4
Quintus Curtius
… loricas quoque alias auro, alias argento adornavit.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Historia Alexandri Magni, 3.3.20
Quintus Curtius
Currum decem milia hastatorum sequebantur: hastas argento exornatas, spiculo aureo praefixas gestabant.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome