Ship
Item set
- Title
-
Ship
Items
-
Historiae Romanae 62.12.3
Cassius Dio
ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ᾿ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Antiquitates Romanae 7.7.1
Dionysius of Halicarnassus
Οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τε αἰχμαλώτοις οὓς ἐπήγετο προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμέναςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Navigium 5
Lucian
ὁ μὲν γὰρ ἄλλος κόσμος,αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸτούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱκατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Life of Aemilius Paullus 30.1
Plutarch
κἀκεῖθεν εἰς Ἰταλίαν μετὰ τῶν δυνάμεων περαιωθείς ἀνέπλει τὸν Θύβριν ποταμὸν ἐπὶ τῆς βασιλικῆς ἑκκαιδεκήρους κατεσκευασμένης εἰς κόσμον ὅπλοις αἰχμαλώτοις καὶ φοινικίσι καὶ πορφύραιςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Antony 61.1
Plutarch
συνιόντων δὲ πρὸς τὸν πόλεμον Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δ᾽ ἱππεῖς ἐπὶ μυρίοις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Themistocles 8.1
Plutarch
αἱ δὲ γενόμεναι τότε πρὸς τὰς τῶν βαρβάρων ναῦς περὶ τὰ στενὰ μάχαι κρίσιν μὲν εἰς τὰ ὅλα μεγάλην οὐκ ἐποίησαν, τῇ δὲ πείρᾳ μέγιστα τοὺς Ἕλληνας ὤνησαν, ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδαχθέντας, ὡς οὔτε πλήθη νεῶν οὔτε κόσμοι καὶ λαμπρότητες ἐπισήμων οὔτε κραυγαὶ κομπώδεις ἢ βάρβαροι παιᾶνες ἔχουσι τι δεινὸν ἀνδράσιν ἐπισταμένοις εἰς χεῖρας ἰέναι καὶ μάχεσθαι τολμῶσιν, ἀλλὰ δεῖ τῶν τοιούτων καταφρονοῦντας ἐπ᾽ αὐτὰ τὰ σώματα φέρεσθαι καὶ πρὸς ἐκεῖνα διαγωνίζεσθαι συμπλακέντας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 3.5
Plutarch
ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾁδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Punic Wars 20.133
Appian
ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς ῬώμηνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Description of Greece 10.11.6
Pausanias
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 5.11.5
Pausanias
τούτων τῶνἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς. ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Annales, 14.4
Tacitus
Stabat inter alias navis ornatior …Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Ab urbe condita, 45.35.3
Livy
… Paulus ipse post dies paucos regia nave ingentis magnitudinis, quam sedecim versus remorum agebant, ornata Macedonicis spoliis non insignium tantum armorum, sed etiam regiorum textilium ...Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome