Architecture (Ornamenting)
Item set
- Title
-
Architecture (Ornamenting)
Items
-
Leukadia, Fragment 686 line 1
Menander
<ὑπ>εδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.<ἡ> ζάκορος ἡ κοσμοῦσα τὸν ναόν, τέκνον.Text Category: Literature: poetryCentury Range: 4th century BCE -
P.Oxy. 43 3088
Flavius Titianus
ἀποδέχομαι ὑμᾶς τὴν πατρί̣δ̣α̣κοσμεῖν προῃρημένο̣υ̣ς̣ κ̣αὶ ἐ̣π̣ι̣τ̣ρ̣[έ]π̣ω̣κατασκευάζειν τὸ βαλανεῖο̣ν̣ ἔ̣κ̣ τετῶν ἤδη σ̣υ̣νειλεγμένων χρη-μάτων, ὥς̣ φατε, καὶ ἐξ ὧν̣ ἄν ̣ ̣ ̣Text Category: PapyrusCentury Range: 2nd century CEDate: 128Location: Oxyrhynchos -
P.Harrauer 36
senate of Heromopolis
ἡ πολιτικὴ ἀγορὰ καὶ [πρὸς κό-]σμον τῆς πόλε̣ω̣ς̣ ἄρισ[τον οἰκοδό-]μημα καὶ πρὸς ὠ̣φ̣[έλειαν οὐκ ὀ-]λίγα συμβάλλετ[αι] π̣ρ̣ο̣[σόδους παρέχου(?)-]σα ἀπὸ τῶν μισθουμ̣[ένων ̣ ̣ ̣ ̣ ̣ ̣]Text Category: PapyrusCentury Range: 3rd century CEDate: 269-270Location: Hermopolis -
Orations 25.49
Aelius Aristides
ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθ᾽ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.52
Aelius Aristides
οἱ μὲν γὰρ οὐδ᾽ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλ᾽ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.5
Aelius Aristides
τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστουςText Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.20
Aelius Aristides
ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δ᾽ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 20.22
Aelius Aristides
ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον: παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ᾽ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν: οἱ δ᾽ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις: ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 20.8
Aelius Aristides
οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστ᾽ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 17.20
Aelius Aristides
ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 31.93-95, 97
Aelius Aristides
νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 161Location: Cyzicus -
Orations 1.354
Aelius Aristides
φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Orations 1.351
Aelius Aristides
ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Orations 45.32
Aelius Aristides
οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατ᾽ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων: καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 142Location: Smyrna -
Orations 24.43
Aelius Aristides
καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 149Location: Smyrna -
Orations 25.33
Aelius Aristides
ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.68
Aelius Aristides
τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖνText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 23.46
Aelius Aristides
τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 23.13
Aelius Aristides
κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 19.10
Aelius Aristides
ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 19.3
Aelius Aristides
ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται: ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν: ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 21.12
Aelius Aristides
ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 20.9
Aelius Aristides
ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 18.6
Aelius Aristides
ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις; τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον; ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθ᾽ ἕκαστον πλαίσιον, ἀντ᾽ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε; ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 177Location: Laneion