Architecture (Ornamenting)

Item set

Items

Advanced search
  • Antiquities of the Jews 14.76

    Flavius Josephus
    αὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.236-237

    Flavius Josephus
    Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆςἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼςκαλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶςἀρετῆς ἀπελείπετο, ἀλλ᾽ εὐσεβὴς μὲν τὰ πρὸς τὸνθεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν,ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν: ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦταφιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότατῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶδυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τικατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴνἐποιεῖτο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.93

    Flavius Josephus
    τὴν δ᾽ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ᾽ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετ᾽ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.95

    Flavius Josephus
    Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.63

    Flavius Josephus
    Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους ὁ βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ κάλλους πολυτέλειαν, ᾗ βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 1.1.1

    Longus
    Πόλις ἐστὶ τῆς Λέσβου Μυτιλήνη, μεγάλη καὶ καλή: διείληπται γὰρ εὐρίποις ὑπεισρεούσης τῆς θαλάττης, καὶ κεκόσμηται γεφύραις ξεστοῦ καὶ λευκοῦ λίθου. Νομίσειας ἂν οὐ πόλιν ὁρᾶν ἀλλὰ νῆσον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Library 17.114.4

    Diodorus Siculus
    ὁ δ᾽ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον,

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.71.4

    Diodorus Siculus
    οὔσης γὰρ ἄκρας ἀξιολόγου περιείληφεν αὐτὴν τριπλοῦν τεῖχος, οὗ τὸ μὲν πρῶτον ἀναλήμματι πολυδαπάνῳ κατεσκεύαστο καὶ τὸ ὕψος εἶχε πηχῶν ἑκκαίδεκα ἐπάλξεσι κεκοσμημένον,

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.52.3

    Diodorus Siculus
    ἀπὸ γὰρ πύλης ἐπὶ πύλην διήκουσα τεσσαράκοντα μὲν σταδίων ἔχει τὸ μῆκος, πλέθρου δὲ τὸ πλάτος, οἰκιῶν δὲ καὶ ἱερῶν πολυτελέσι κατασκευαῖς πᾶσα κεκόσμηται.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 13.29.2

    Diodorus Siculus
    κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων: καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας;

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.89.8

    Diodorus Siculus
    καὶ οὐδεὶς ἱστορεῖται τῶν δεδωκότων τοῖς οἰκέταις πίστιν ταύτην παραβάς: οὕτω γὰρ ἡ τῶν θεῶν δεισιδαιμονία τοὺς ὀμόσαντας πρὸς τοὺς δούλους πιστοὺς ποιεῖ. ἔστι δὲ καὶ τὸ τέμενος ἐν πεδίῳ θεοπρεπεῖ κείμενον καὶ στοαῖς καὶ ταῖς ἄλλαις καταλύσεσιν ἱκανῶς κεκοσμημένον. περὶ μὲν οὖν τούτων ἱκανῶς ἡμῖν εἰρήσθω, πρὸς δὲ τὴν συνεχῆ τοῖς προϊστορημένοις διήγησιν ἐπάνιμεν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.33.3

    Diodorus Siculus
    ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.25.1-2

    Diodorus Siculus
    ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • IK Arykanda 109

    Unknown
    κοσμηθε[ὶς ὁ] δῆμος κατὰ τὴ̣[ν δι]-  αθήκην αὐτο[ῦ].

    Text Category: Inscription: epitaph
    Century Range: 2nd century CE
    Location: Lycia: Arykanda

  • TAM II 905

    Unknown
    καὶ αὐ- τὸς παραγενόμενος φιλο[τειμο]υμένῳ καὶ 25 ἀνιέντι ὑμεῖν τὸν ἑαυτ[οῦ πλοῦτο]ν εἰς κόσ- μον τῆς τοῦ ἔθνους ἀξί[ας μαρ]τυρῶ… Κλαύδι̣[ος? — — — — — — — — — — — — — — — ὑπερβαλλόμενος τού]ς τε πρ̣[ογόνους] [κα]ὶ τοὺς συνγ̣ε̣[ν]ε̣[ῖ]ς̣ [ἀπὸ πρώτης ἡλικίας τὰς μεγίστας δωρεὰς [δεδώ]ρηται φ[ιλότειμος] [ὢ]ν̣ πρὸς τὸ ἔθνος κοινῇ̣ [καὶ πρὸς τὰς πόλεις ἰδίᾳ, οὐδέπω τοῦτ]ο παύετ[αι νῦ]ν̣, [ἀλ]λὰ τὰς μὲν ἐπικοσμεῖ τῶ[ν πόλεων ἰδίοις ἀναλώμασιν, τὰς δ]ὲ καὶ πε̣[π]ονηκυίας 70 [διὰ] τὸν γενόμενον σεισμὸ[ν ἀνεκτήσατο... ἡγού]- 40 μενος καὶ ταῦτα̣ [τὰ ἀ]- ναλώματα εἰς τὴν [εὐσέ]- βειαν τοῦ κυρίου Αὐτ̣[ο]- κράτορος συντελ̣εῖσ- θαι αὐτῷ κτιζομ[έ]νων 45 καὶ κοσμουμέν̣[ω]ν τῶν πόλεων... καὶ τῇ Ῥοδιαπολει- τῶν πόλει μετὰ τῶν λοιπῶν ὧν παρέσχη- 75 κεν δύο ναοὺς ἐπισήμων ἀπαρτίζει #⁵⁶ πρό- θυμος δέ ἐστιν καὶ ταῖς λοιπαῖς πόλεσιν ταῖς βουλομέναις χαρίζεσθαι καὶ μηδεμί- αν πόλιν τῆς Λυκίας #⁵⁶ ἄμοιρον τῆς μεγα- λοψυχίας αὐτοῦ καταλιπεῖν, περὶ ὧν καὶ 80 αὐτῶν πάντων γεινομένων εἰς κόσμον καὶ αὔξησιν τῶν πόλεων προσῆκον ἥγητ[αι] τὸ̣ Λ̣υκίων ἔθνος #⁵⁶ Ὀ[πρα]μόᾳ μὲν πάλιν διὰ [τ]οῦδε τοῦ ψ̣[ηφίσματο]ς τὴ̣ν δικα[ίαν] ἀ̣π̣οδοῦν[αι μαρτυρίαν... [καὶ τὰ]ς̣ μὲν ἐπεικοσμεῖ {²⁶ἐπικοσμεῖ}²⁶ τῶν πόλεων τ[οῖς ἰ]δί-  [οις ἀναλ]ώ̣μασιν.. ἡγο]ύμενος καὶ ταῦτα τὰ ἀναλώματα  εἰς [τὴν εὐσέβει]α̣ν τοῦ κυρίου Αὐτοκράτορος σ̣υ̣[ν]-  τε[λεῖσθαι αὐτ]ῷ κτιζομένων καὶ κοσμουμέν̣[ων τῶν]  πό[λεων... ἐπεὶ γοῦν ταῖς θειοτάταις  Ὀπραμόας ἀντιγραφαῖς αὐτοῦ σεμνυνόμενος  πᾶν ὅσον ἔνεστιν μεγαλοφροσύνη ἐπιδείκνυται  καὶ προστίθησιν̣ [ἔ]τι κατ’ ἔτος ταῖς δ%⁸⁰?ωρεαῖς προσ-  αύξων τὰ{ι}ς {²⁶τὰς}²⁶ πόλεις  ταῖς τῶν ἔργων κατασκευ-  αῖς, πάλιν δή, ἀνθ’ [ὧ]ν νῦν παρέχει τε καὶ παρέσ-  χ̣ηκεν κοσμῶν πᾶσα[ν πολυτε]λῶς πόλιν

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 152-153
    Location: Lycia: Rhodiapolis

  • Ephesos 1254

    The demos and boule of Ephesos
    ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησαν Πό(πλιον) Καρσίδιον Παμφιλίωνα τὸν πρύτανιν καὶ γυμνασίαρχον τοῦ Σεβαστοῦ γυμνασίου καὶ πανηγυρίαρχον τῶν Μεγάλων Πασιθέων ἄνδρα φιλότειμον ἔν τε ἔργοις πολλοῖς καὶ μεγάλοις τὴν πατρίδα κεκοσμηκότα, τὴν ἀνάστασιν τοῦ ἀνδριάντος ποιησαμένου Φιλουμενοῦ vacat ἀπελευθέρου.

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 100
    Location: Ionia: Ephesos

  • Ephesos 262

    Unknown
    Κλαυδίωι Καίσαρι Σεβαστῶι τῶι αὐτοκράτ[ορι] [—] Ἀ̣πελλῆς χειλίαρχος λεγιῶνος ἕκτης σιδηρᾶς ἔπα[ρχος —] [—] καὶ τῶι συνεπιφερομένωι αὐταῖς κόσμῳ καὶ τὴν λε[ίπουσαν? —] [—]ων ἀποθήκην καὶ τὰς ἐπικειμένας τοῖς παλαιστρο[—]

    Text Category: Inscription: dedication
    Century Range: 1st century CE
    Date: 41-54
    Location: Ionia: Ephesos

  • IG XII,1 832

    Unknown
    ἐπισκευάσαν- τα δὲ καὶ ἀνοικοδομήσαντα πάντα τὸν περι- κείμενον τᾷ ἀκροπόλει κόσμον

    Text Category: Inscription
    Century Range: imperial period
    Location: Rhodes: Lindos

  • ID 500

    Unknown
    ἔχοντα τὸν κόσμον τὸν αὐτὸν ἀπ[ὸ] μ̣ε̣τ̣[οπί]- [ου καὶ τριγλύφου?

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 297
    Location: Delos

  • IG V,2 268

    Unknown
    φθάνοντες δ’ ἀλλήλους ταῖς εἰς εὐ[ποΐας] ἐπινοίαις ναοὺς μὲν ἤγειραν εἰς ἔδαφος ἠ- ρε̣[ιμμέν]ο̣υς δειπνιστήριά τε προσεμήκυναν δειπνι- [στη]ρ̣ίοις καὶ ταμεῖα συνόδοις ἐχαρίσαντο, παρεχόμε- [νοι] μὴ μόνον θεοῖ̣ς εὐσέβειαν, ἀλλὰ καὶ τόποις κόσμον·... ἐνπ̣ρησθέντος τε τοῦ {κατὰ} κατὰ τὸ γυμν̣άσιον κύκλου̣ τ̣ὰς εἰς τὴν ἰδίαν εὐχρη- στίαν ἡτο̣ιμασμένας ἐχαρ[ίσα]το πλίνθους, τῆς κατ’ οἶ- κον ὠ̣[φε]λίας τὸν δημόσιον κόσμον προκρείνας… άκελλος ἐκ θεμελίων ὑψοῦτο πολυτελής, ἐργαστη- ρίων αὐτάρκη διαγραφόμενος καλλονήν, ἐνιδρύετο δ’ αὐ- τοῖς ἐξέδρα μέση, δυναμένη καὶ μόνη πόλεως κό- σμος εἶναι... προσεμηκύνετο δ’ αὐτοῖς καὶ βαίτης εὔχρηστος ἀπόλαυσις χιμέριον κατάστημα νικώ- σης, ἐπεσφραγίσατο δ’ αὐτῶν τὴν πολυτέλειαν περί- στυλον μαρμαρίνοις ἐπεριδόμεν<ο>ν κείοσιν, ὧν ἡ καλ- λονὴ καὶ τὸ λεῖπον ἔ<τ>ι τῆς ἀγορᾶς κεκόσμηκε καὶ τὰ μέτρια δ’ αὐτῶν εἶναι δοκοῦντα πρὸς σύνκρισιν

    Text Category: Inscription
    Century Range: 1st century BCE/ 1st century CE
    Date: 10 BCE - 10 CE
    Location: Arcadia: Mantinea

  • JIWE 1 226

    Unknown
    [— — — — — — — — — —] Δομ̣[ιτιανὸς(?) ἐποι]- [ησά]μην τὸ [μνημεῖον(?)] [τὸ κ]άτω γῆς(?) Ϲ̣[— —] [— —]ΟΝΟϹ Συκαμ̣[ινίτῃ(?)] [σὺν] τῷ παντὶ κ̣[όσμῳ(?)].

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Location: Gallia Belgica: Augusta Treverorum

  • SEG 46:1325,2

    Unknown
    [Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι ἀνει]κήτῳ καὶ το[ῖς συννάοις θεοῖς — —]ος ἰδίαις δαπάναις ἐκόσμησεν.

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Location: Latium: Ostia

  • I. Napoli I 44

    Unknown
    μεγαλοψύχωι ∙ χρη-  σάμενος ∙ λίθοις ποικίλοις τοῖς ἀρίστοις ∙ καὶ σπανιωτάτοις πολυτελείᾳ  κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ∙ ἐποίησε χρυσοῦ ∙ μη-  δέν τι δαπάνης χρημάτων … καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα,  ὡς μὴ μόνον κεκοσμῆσθαι... χρὴ δὲ ὑμᾶς ἄνδρες ἀγαθοὶ καὶ φράτορες ἐμοί, μὴ ταῦτα | μόνον ἐν ὀφθαλμοῖς ἔχειν τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ||μον καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ

    Text Category: Inscription: decree
    Century Range: 2nd century CE
    Date: 194
    Location: Campania: Neapolis

  • IGUR III 1225

    Unknown
    Ἠέλιον θνητόν, παίδων βέλτιστον̣ ἁπάντων ∙ / κάλλει τε γνώμῃ τε ∙ τρόπ̣οις αἰδημοσύνῃ τε ∙ / εἰκοστῷ λυκάβαντι δόμους Ἀΐδαο μολόντα ∙ / σεμνὸς πα̣ῖ[δ]’ ὁ Μύρων τειμήσας ἔξοχα πάντων / τῷδε τάφῳ κοσμεῖ μνημοσύνης            ἕνεκεν.

    Text Category: Inscription: epitaph
    Location: Latium: Rome

  • IGUR I 84

    Unknown
    [․․․]Ι̣ία Γαλήνη ἀπὸ θεμ̣[ε]λίων ἀνεγείρασα σὺν τῷ πα[ντὶ] [κ]ό̣σμῳ ἐκ τῶν ἰδίων [τῇ ἑ]αυτῆς πατρίδι ἀνέθηκεν.

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 211-217
    Location: Latium: Rome