Architecture (Ornamenting)
Item set
- Title
-
Architecture (Ornamenting)
Items
-
Helen 1414
Euripides
οὔκουν ὅδ᾽ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 412Location: Athens -
Andromache 1158-1160
Euripides
ἡμεῖς δ᾽ ἀναρπάσαντες ὡς τάχος χεροῖνκομίζομέν νίν σοι κατοιμῶξαι γόοιςκλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 425Location: Athens -
Orations 13.28
Demosthenes
οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκανText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Politics 1331a.11-15
Aristotle
εἰ δὴ τοῦτον ἔχει τὸν τρόπον, οὐχ ὅτι τείχη μόνον περιβλητέον, ἀλλὰ καὶ τούτων ἐπιμελητέον ὅπως καὶ πρὸς κόσμον ἔχῃ τῇ πόλει πρεπόντως καὶ πρὸς τὰς πολεμικὰς χρείας, τάς τε ἄλλας καὶ τὰς νῦν ἐπεξευρημένας.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Politics 1321a.36-41
Aristotle
ἁρμόττει δὲ θυσίας τε εἰσιόντας ποιεῖσθαι μεγαλοπρεπεῖς καὶ κατασκευάζειν τι τῶν κοινῶν, ἵνα τῶν περὶ τὰς ἑστιάσεις μετέχων ὁ δῆμος καὶ τὴν πόλιν ὁρῶν κοσμουμένην τὰ μὲν ἀναθήμασι τὰ δὲ οἰκοδομήμασιν ἄσμενος ὁρᾷ μένουσαν τὴν πολιτείαν· συμβήσεται δὲ καὶ τοῖς γνωρίμοις εἶναι μνημεῖα τῆς δαπάνης.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Politics 1314b.38-39
Aristotle
τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντων, κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννονText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Nicomachean Ethics 1123a.5-20
Aristotle
μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον· οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ’ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον <ἁπλῶς> μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐπέρβλητον) καὶ ἔχον κατ’ ἀξίαν τοῦ δαπανήματοςText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Knights 565-568
Aristophanes
εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτιἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷπανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν·Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 424Location: Athens -
Oration 1.16.C-D
Julian
Γενόμενος δὲ ἐφ᾿ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι.Text Category: Literature: proseCentury Range: 4th century CEDate: 356-357 -
Misapogon 355.B-C
Julian
οἱ γὰρ ὑπαίθριοι στενωποὶ καὶ αἱ πλατεῖαι τῶν ὁδῶν οὐκ ἐπὶ τούτῳ δήπου πεποίηνται, τῷ χρῆσθαι αὐταῖς τοὺς κανθηλίους, ἀλλ᾿ ἐκεῖναι μὲν αὐτὸ δὴ τοῦτο κόσμου τινὸς ἕνεκα πρόκεινται καὶ πολυτελείας, χρῆσθαι δὲ ὑπ᾿ ἐλευθερίας οἱ ὄνοι βούλονται ταῖς στοαῖς, εἴργει δ᾿ αὐτοὺς οὐδεὶς οὐδενός, ἵνα μὴ τὴν ἐλευθερίαν ἀφέληταιText Category: Literature: proseCentury Range: 4th century CEDate: 363Location: Antioch -
Historiae Romanae 62.2.2
Cassius Dio
καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέχοντο·Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 54.19.4
Cassius Dio
εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξεπίτηδες αὐτὸ ἀλλ᾿ οὐ κατὰ τύχην ἄλλως πράξας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.42.5
Cassius Dio
κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.18.3
Cassius Dio
ἀλλ᾿ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ᾿ ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Varia Historia 6.12
Aelian
ἡ δὲ πόλις τῶν Συρακουσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον, σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος εἰς ἑκατὸν μεδίμνων μυριάδας καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Hippias 8
Lucian
προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον, ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν δι᾽ ὕδατος καὶ μυκήματος, τὴν δὲ δι᾽ ἡλίου ἐπιδεικνύμενον. ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Phalaris 1.3
Lucian
τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδουςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De gloria Atheniensium 5
Plutarch
τίν᾽ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 3
Plutarch
ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν: ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπ᾽ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, ἀλλ᾽ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδ᾽ ὑπερορᾶν τοῦ Περιάνδρου τῆς φιλοτιμίας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 63.6
Plutarch
οἱ δὲ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴν ὄψιν ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύεινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 29.3
Plutarch
Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφ᾽ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 72.3
Plutarch
τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην, ἐπόθησε μάλιστα τῶν τεχνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγ γελλόμενον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Publicola 14.1
Plutarch
τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου: καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
CIL 08, 01402 = CIL 08, 15203 = CIL 08, 25906 = ILTun 01311
Unknown
] fil(io) divi Pii [nep(oti) 3 divi Hadr]iani pronep(oti) di[vi Traiani Parthici abnep(oti) M(arci) Aureli Commodi Antonini Aug(usti) pont(ificis) m]ax(imi) trib(uniciae) potestatis XIII [3] / [3]NA PRI[3 o]rdine suo [3]IVS E[3 o]b honorem flamoni(i) perp(etui) [3] / [3]SERA[3] libera[litate 3 mult]iplica[ta pecunia 3] omnique cultu exornavit [Text Category: InscriptionCentury Range: 2nd century CEDate: 177-192Location: Africa Proconsularis: Thignica