Building

Item set

Items

Advanced search
  • Areopagiticus 7.66

    Isocrates
    καὶ μὲν δὴ καὶ τάδε τίς οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρατίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις, ὥστ᾽ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, τοὺς δὲ τριάκοντα τῶν μὲν ἀμελήσαντας, τὰ δὲ συλήσαντας, τοὺς δὲ νεωσοίκους ἐπὶ καθαιρέσει τριῶν ταλάντων ἀποδομένους, εἰς οὓς ἡ πόλις ἀνήλωσεν οὐκ ἐλάττω χιλίων ταλάντων;

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • IG XII,3 325

    Unknown
    ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ 30 ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶν τοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶ τὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα- φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον- το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲν ἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶ μηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη- μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν- ο[ρθ]ῶ[ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλα καταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶ ὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆς πόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλει σῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ- [νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ- [νο]υς [Κλαυδιανοῦ]·

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 149
    Location: Thera

  • In Verrem, 2.2.86 (35)

    Cicero
    Etenim ut simul Africani quoque humanitatem et aequitatem cognoscatis, oppidum Himeram Carthaginienses quondam ceperant, quod fuerat in primis Siciliae clarum et ornatum.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 380

    Hecataeus of Abdera
    τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 1053.

    Hecataeus of Abdera
    Τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • P.Oxy. 43 3088

    Flavius Titianus
    ἀποδέχομαι ὑμᾶς τὴν πατρί̣δ̣α̣ κοσμεῖν προῃρημένο̣υ̣ς̣ κ̣αὶ ἐ̣π̣ι̣τ̣ρ̣[έ]π̣ω̣ κατασκευάζειν τὸ βαλανεῖο̣ν̣ ἔ̣κ̣ τε τῶν ἤδη σ̣υ̣νειλεγμένων χρη- μάτων, ὥς̣ φατε, καὶ ἐξ ὧν̣ ἄν ̣ ̣ ̣

    Text Category: Papyrus
    Century Range: 2nd century CE
    Date: 128
    Location: Oxyrhynchos

  • Orations 25.49

    Aelius Aristides
    ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθ᾽ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 25.52

    Aelius Aristides
    οἱ μὲν γὰρ οὐδ᾽ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλ᾽ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 25.5

    Aelius Aristides
    τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 23.20

    Aelius Aristides
    ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δ᾽ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 20.22

    Aelius Aristides
    ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον: παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ᾽ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν: οἱ δ᾽ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις: ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 20.8

    Aelius Aristides
    οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστ᾽ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 31.93-95, 97

    Aelius Aristides
    νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 161
    Location: Cyzicus

  • Orations 1.354

    Aelius Aristides
    φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Orations 1.351

    Aelius Aristides
    ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Orations 24.43

    Aelius Aristides
    καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 149
    Location: Smyrna

  • Orations 25.33

    Aelius Aristides
    ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 23.46

    Aelius Aristides
    τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 23.13

    Aelius Aristides
    κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 20.9

    Aelius Aristides
    ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 27.18

    Aelius Aristides
    εἰ δ᾽ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δ᾽ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 27.14-15

    Aelius Aristidies
    τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη: οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατ᾽ ἤπειρον οὔτ᾽ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 17.10, 12, 20

    Aelius Aristides
    κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 26.94-95, 97

    Aelius Aristides
    νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.93

    Aelius Aristides
    πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome