Infrastructure
Item set
- Title
-
Infrastructure
Items
-
History Fragment 164 line 236
Timaeus
μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος.Text Category: Literature: proseCentury Range: 4th century BCE -
In Verrem, 2.2.86 (35)
Cicero
Etenim ut simul Africani quoque humanitatem et aequitatem cognoscatis, oppidum Himeram Carthaginienses quondam ceperant, quod fuerat in primis Siciliae clarum et ornatum.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
History Fragment 164 line 236
Timaeus
αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις: οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ᾽ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυχοῦσαν.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. Abderita, Fragmenta, Fragment 25 line 1053.
Hecataeus of Abdera
Τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Orations 25.49
Aelius Aristides
ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθ᾽ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.5
Aelius Aristides
τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστουςText Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.20
Aelius Aristides
ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δ᾽ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 20.22
Aelius Aristides
ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον: παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ᾽ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν: οἱ δ᾽ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις: ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 17.20
Aelius Aristides
ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 24.43
Aelius Aristides
καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 149Location: Smyrna -
Orations 23.68
Aelius Aristides
τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖνText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 23.13
Aelius Aristides
κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 19.3
Aelius Aristides
ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται: ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν: ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 20.9
Aelius Aristides
ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 17.10, 12, 20
Aelius Aristides
κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 26.94-95, 97
Aelius Aristides
νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Orations 26.93
Aelius Aristides
πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Orations 26.81
Aelius Aristides
ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Histories 5.59.8
Polybius
παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Economics 11.9-10
Xenophon
μέλει γὰρ δή σοι, ὦ Ἰσχόμαχε, ὅπως πλουτῇς καὶ πολλὰ χρήματα ἔχων πολλὰ ἔχῃς πράγματα τούτων ἐπιμελόμενος; καὶ πάνυ γ’, ἔφη ὁ Ἰσχόμαχος, μέλει μοι τούτων ὧν ἐρωτᾷς· ἡδὺ γάρ μοι δοκεῖ, ὦ Σώκρατες, καὶ θεοὺς μεγαλείως τιμᾶν καὶ φίλους, ἄν τινος δέωνται, ἐπωφελεῖν καὶ τὴν πόλιν μηδὲν <τὸ> κατ’ ἐμὲ χρήμασιν ἀκόσμητον εἶναι. καὶ γὰρ καλά, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐστὶν ἃ σὺ λέγεις, καὶ δυνατοῦ γε ἰσχυρῶς ἀνδρός· πῶς γὰρ οὔ; ὅτε πολλοὶ μὲν εἰσὶν ἄνθρωποι οἳ οὐ δύνανται ζῆν ἄνευ τοῦ ἄλλων δεῖσθαι, πολλοὶ δὲ ἀγαπῶσιν, ἂν δύνωνται τὰ ἑαυτοῖς ἀρκοῦντα πορίζεσθαι. οἱ δὲ δὴ δυνάμενοι μὴ μόνον τὸν ἑαυτῶν οἶκον διοικεῖν, ἀλλὰ καὶ περιποιεῖν ὥστε καὶ τὴν πόλιν κοσμεῖν καὶ τοὺς φίλους ἐπικουφίζειν, πῶς τούτους οὐχὶ βαθεῖς τε καὶ ἐρρωμένους ἄνδρας χρὴ νομίσαι;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Hiero 11.2-3
Xenophon
οἰκίαν πρῶτον ὑπερβαλλούσῃ δαπάνῃ κεκαλλωπισμένην μᾶλλον ἡγῇ κόσμου ἄν σοι παρέχειν ἢ πᾶσαν τὴν πόλιν τείχεσί τε καὶ ναοῖς καὶ παστάσι καὶ ἀγοραῖς καὶ λιμέσι κατεσκευασμένην; ὅπλοις δὲ πότερον τοῖς ἐκπαγλοτάτοις αὐτὸς κατακεκοσμημένος δεινότερος ἂν φαίνοιο τοῖς πολεμίοις ἢ τῆς πόλεως ὅλης εὐόπλου σοι οὔσης;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Peloponnesian War 6.54.5
Thucydides
καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν αὐτῶν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ ἔθυον.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 431-400Location: Athens -
Critias 117a-b
Plato
ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντεςText Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Laws 673d
Plato
καὶ δὴ καὶ τῶν ὑδάτων, ὁπόσ᾽ ἂν αὐτοῖς πέμπωσι καὶ παραδιδῶσιν οἱ φρουροῦντες τεθεραπευμένα, ὅπως εἰς τὰς κρήνας ἱκανὰ καὶ καθαρὰ πορευόμενα, κοσμῇ τε ἅμα καὶ ὠφελῇ τὴν πόλιν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse