Material

Item set

Items

Advanced search
  • Description of Greece 1.12.4

    Pausanias
    ἐλέφαντα γάρ, ὅσος μὲν ἐς ἔργα καὶ ἀνδρῶν χεῖρας, εἰσὶν ἐκ παλαιοῦ δῆλοι πάντες εἰδότες: αὐτὰ δὲ τὰ θηρία, πρὶν ἢ διαβῆναι Μακεδόνας ἐπὶ τὴν Ἀσίαν, οὐδὲ ἑωράκεσαν ἀρχὴν πλὴν Ἰνδῶν τε αὐτῶν καὶ Λιβύων καὶ ὅσοι πλησιόχωροι τούτοις. δηλοῖ δὲ Ὅμηρος, ὃς βασιλεῦσι κλίνας μὲν καὶ οἰκίας τοῖς εὐδαιμονεστέροις αὐτῶν ἐλέφαντι ἐποίησε κεκοσμημένας, θηρίου δὲ ἐλέφαντος μνήμην οὐδεμίαν ἐποιήσατο:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • On the Judaean War 7.428

    Flavius Josephus
    τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 7.159

    Flavius Josephus
    τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.390-392

    Flavius Josephus
    συλληφθεὶς δὲ καὶ ὁ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, ἃ πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, ἃ συμμίσγοντες ἐθυμίων ὁσημέραι τῷ θεῷ. παρεδόθη δὲ ὑπ’ αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῷ βίᾳ ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.204-205

    Flavius Josephus
    ἡ δ’ ὑπὲρ τὴν Κορινθίαν ἀπὸ τῆς γυναικωνίτιδος ἐξ ἀνατολῆς ἀνοιγομένη τῆς τοῦ ναοῦ πύλης ἀντικρὺ πολὺ μείζων· πεντήκοντα γὰρ πηχῶν οὖσα τὴν ἀνάστασιν τεσσαρακονταπήχεις τὰς θύρας εἶχε καὶ τὸν κόσμον πολυτελέστερον ἐπὶ δαψιλὲς πάχος ἀργύρου τε καὶ χρυσοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.177-180

    Flavius Josephus
    οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατ’ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων, οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ. 0περίστοα δὲ δι’ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 3.514

    Flavius Josephus
    τοῦ μὲν οὖν Πανείου τὸ φυσικὸν κάλλος ὑπὸ τῆς βασιλικῆς προσεξήσκηται πολυτελείας τῷ Ἀγρίππα πλούτῳ κεκοσμημένον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.81

    Flavius Josephus
    ἀθροίσαντος δὲ Καίσαρος συνέδριον τῶν ἐν τέλει Ῥωμαίων καὶ τῶν φίλων ἐν τῷ κατὰ τὸ Παλάτιον Ἀπόλλωνος ἱερῷ, κτίσμα δ᾽ ἦν ἴδιον αὐτοῦ θαυμασίῳ πολυτελείᾳ κεκοσμημένον, μετὰ μὲν τῶν πρεσβευτῶν τὸ Ἰουδαϊκὸν πλῆθος ἔστη,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.671

    Flavius Josephus
    παρέλιπεν δ’ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ· κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δ’ ἐπ’ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δ’ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.411

    Flavius Josephus
    Καθάπαν δ’ ἔχων ἀντιπράσσοντα τὸν τόπον ἐφιλονείκησεν πρὸς τὴν δυσχέρειαν, ὡς τὴν μὲν ὀχυρότητα τῆς δομήσεως δυσάλωτον εἶναι τῇ θαλάσσῃ, τὸ δὲ κάλλος ὡς ἐπὶ μηδενὶ δυσκόλῳ κεκοσμῆσθαι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.42

    Flavius Josephus
    πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ὁ ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπ᾽ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 18.90

    Flavius Josephus
    Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 16.181

    Flavius Josephus
    ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.394

    Flavius Josephus
    θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.318

    Flavius Josephus
    πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίας

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.306

    Flavius Josephus
    καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ’ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.279-280

    Flavius Josephus
    Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ’ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ’ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.104

    Flavius Josephus
    ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψεν Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.90

    Flavius Josephus
    χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.107-108

    Flavius Josephus
    ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.20

    Flavius Josephus
    ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.66-67

    Flavius Josephus
    ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. τὰ δ’ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.224

    Flavius Josephus
    αὐτὸς δ᾽ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δ᾽ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.147

    Flavius Josephus
    μνημονεύει δὲ καὶ Δῖος λέγων οὕτως: ‘Ἀβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἴρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ᾽ ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν: ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome