Material

Item set

Items

Advanced search
  • Against Marcion 22.4

    Tertullian
    Sic et cherubin et seraphin aurea in arcae figuratum exemplum; certe simplex ornamentum.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • De cultu feminarum 2.13.36

    Tertullian
    Prodite vos iam medicamentis et ornamentis extructae prophetarum et apostolorum, sumentes de simplicitate eandorem, de pudicitia ruborem, depictae oculos verecundia et os taciturnitate, inserentes in aures sermonem Dei, adnectentes cervicibus iugum Christi. Caput maritis subicite et satis ornatae eritis; manus lanis occupate, pedes domi figite et plus quam in auro placebitis. Vestite nos serico probitatis, byssino sanctitatis, purpura pudicitiae. Taliter pigmentatae Deum habebitis amatorem.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • De cultu feminarum 1.6.18

    Tertullian
    Aiunt et de frontibus draconum gemmas erui, sicut et in piscium cerebris lapidositas quaedam est. Hoc quoque deerat christianae ut de serpente cultior fiat. Sic calcabit diaboli caput, dum de capite eius cervicibus suis aut ipsi capiti ornamentum struit!

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • De cultu feminarum 1.5.1

    Tertullian
    Aurum et argentum, principes materiae cultus saecularis, ea sint necesse est, unde sunt, terra scilicet, plane gloriosior, quoniam in maledictorum metallorum feralibus officinis poenali opere deplorata nomen terrae in igni reliquit atque exinde de tormentis in ornamenta, de suppliciis in delicias, de ignominiis in honores metalli refuga mutatur.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Fragment 3 Line 4

    Xenophanes of Colophon
    ΚΟΛΟΦΩΝΙΟΙ δ᾽, ὥς φησι Φύλαρχος ῾FHG I 353',' τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ,

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Periplus Section 112 line 54

    Pseudo-Scylax
    Οἱ Αἰθίοπες χρῶνται κόσμῳ * στίκτοις, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις • καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμῳ ψελίοις τοῦ ἐλέφαντος • χρῶνται δὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνῳ κόσμῳ.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Nausias, Oration 107 fragment 238 line 3

    Lysias
    Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ' ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Testimonia 2.16

    Gorgias
    αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλίσῃ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εἰ θεάσηται ἡ ὄψις, ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Oration 89 Fragment 201 line 3

    Lysias
    Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος: ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Prizes, Fragment 5 line 2

    Achaeus of Eretria
    ἰσάργυρόν τ᾽ εἰς χεῖρα Κυπρίου λίθου δώσουσι κόσμον χριμάτων τ᾽ Αἰγυπτίων ...

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Ode 17, Dithyramb 3, line 62

    Bacchylides
    εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. εἴσεαι δ᾽ αἴ κ᾽ ἐμᾶς κλύῃ Κρόνιος εὐχᾶς ἀναξιβρόντας ὁ πάντων μεδέων.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Fragment 45q line 15

    Ctesias
    ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.6 (Fragment 2 line 10)

    Unknown
    καὶ κοσμεῖσθαι καὶ ψιμυθίῳ χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῷ μὲν ἀνδρὶ αἰσχρόν, τᾷ δὲ γυναικὶ καλόν.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 26 line 30

    Ctesias
    κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Phil., Fragment P. 143 line 11

    Perictione
    σκῆνος δὲ ἄγειν χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • History Fragment 111 line 2

    Timaeus
    τὸν αὐτὸν τρόπον ἐπὶ *** τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 27 line 28-29

    Megasthenes
    λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 23 line 86

    Megasthenes
    Καὶ ὅστις μὲν ἐκεῖνον κατ ̓ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεὺς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους· τοὺς ἁλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 23 line 76

    Megasthenes
    τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 23 line 67

    Megasthenes
    πελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακὸν κίναδος, ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμον γυναικήϊον·

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 1 line 45

    Megasthenes
    ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 399

    Hecataeus of Abdera
    ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 395

    Hecataeus of Abdera
    ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δ᾿ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων ὀβελίσκων μηδεμίαν τῶν 2ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 645

    Hecataeus of Abdera
    καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 13a line 5

    Hecataeus of Abdera
    πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶ Βάτων, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE