Precious Metals
Item set
- Title
-
Precious Metals
Items
-
Antiquities of the Jews 8.147
Flavius Josephus
μνημονεύει δὲ καὶ Δῖος λέγων οὕτως: ‘Ἀβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἴρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ᾽ ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν: ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. ’Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 8.95
Flavius Josephus
Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 6.148
Flavius Josephus
καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ’ ὅταν ἀπειθεῖν δοκῇ. 6.148παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ’ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ’ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ’ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ’ εὐμενῶς, ἀλλ’ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.179
Flavius Josephus
καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.167
Flavius Josephus
ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντεςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.57-58
Flavius Josephus
πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
The Ephesian Tale 5.7.1
Xenophon of Ephesus
Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.9.8
Xenophon of Ephesus
‘τοῦτο γὰρ’ ἔφη ‘τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον: ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε: πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.8.3-5
Xenophon of Ephesus
Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι: μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο. Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ‘ἄνδρες, οἵτινές ποτ̓ ἐστὲ’ λέγουσα, ‘τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.7.4
Xenophon of Ephesus
Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν: καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν ῾ἡ δὲ ἔκειτο ἀναισθητοῦσἀ ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους: κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
Daphnis and Chloe 2.15.3
Longus
Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Lesbos -
Strategicus 1.20
Onasander
οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονταιText Category: Literature: proseCentury Range: 1st century CE -
Library 17.115.1-5
Diodorus Siculus
μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον… τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 17.74.5
Diodorus Siculus
χωρὶς δὲ τούτων τὰ νεμηθέντα τοῖς στρατιώταις σὺν τῷ κόσμῳ καὶ τοῖς ἐκπώμασιν ὑπῆρχε μύρια καὶ τρισχίλια τάλαντα, τὰ δὲ διακλαπέντα καὶ ἁρπαχθέντα πλείω τῶν εἰρημένων ὑπενοεῖτο.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 16.81.1
Diodorus Siculus
πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρ᾽ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.116.9
Diodorus Siculus
λέγουσι δέ τινες καὶ διότι τὸν χρυσοῦν κόσμον αἱ γυναῖκες εἰς τὴν κοινὴν σωτηρίαν εἰσενέγκασαι ταύτης ἔτυχον παρὰ τοῦ δήμου τιμῆς, ὥστ᾽ ἐξουσίαν ἔχειν ἐφ᾽ ἁρμάτων ὀχεῖσθαι κατὰ τὴν πόλιν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.109.1
Diodorus Siculus
τῶν δ᾽ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέθριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 14.44.7
Diodorus Siculus
ὀλίγαις δ᾽ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 12.40.3
Diodorus Siculus
ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.82.5
Diodorus Siculus
ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.25.1-2
Diodorus Siculus
ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 10.34.13
Diodorus Siculus
τί φοβηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τοὺς γάμους,Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
ID 1426
Unknown
ἐφ’ οὗ πλόκιον χρυσοῦν διάλιθον οὐκ ἐντελὲς ἔχον ἀθύρ-ματα λίθινα Δ𐅃 καὶ κόσμον ξύλινον ἐπίχρυσονText Category: InscriptionCentury Range: 2nd century BCEDate: 156-144Location: Delos -
ID 410bis
Unknown
κό̣[σμος χρυσοῦς ἐπὶ φοινικιδίου, ἘριφύληςText Category: InscriptionCentury Range: 2nd century BCEDate: 190Location: Delos -
ID 372
Unknown
κρατῆρα ἀργυροῦν — — ἀπὸ τοῦ]ὠτὸς τοῦ ἑνὸς τὸν κόσμον οὐκ [ἔχοντα… καὶ ἔφασαν εὑρεθῆναι οἱ [ἱεροποιοὶ Πολ]ύξενος, Σώκριτος τοῦ κόσμου τοῦ κρατῆρος[κ]λάσματα ΙΙ.Text Category: InscriptionCentury Range: 3rd century BCEDate: 200Location: Delos