Precious Metals

Item set

Items

Advanced search
  • Phil., Fragment P. 143 line 11

    Perictione
    σκῆνος δὲ ἄγειν χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 27 line 28-29

    Megasthenes
    λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 1 line 45

    Megasthenes
    ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 399

    Hecataeus of Abdera
    ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 395

    Hecataeus of Abdera
    ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δ᾿ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων ὀβελίσκων μηδεμίαν τῶν 2ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 645

    Hecataeus of Abdera
    καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. et. Astrol. Fragment 14b line 30

    Berosus
    αὐτὸς δὲ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως

    Text Category: Literature: prose
    Century Range: 3rd century BCE

  • ChLA 25 783, PSI VI 730, CPL 207

    Unknown
    M(arcus) Antonius Ṃạrcelluṣ [ -ca.?- ](*) - niam Thaisariọṇ filiam s[uam (?)-ca.?- ] ordinibus · laṭạ est · libero[rum (?)-ca.?- ] spoponditque · M(arco) · Flauio · Sil[uano](*)[ -ca.?- ] 5s·s(*)(cript ) in ornamentis aureis po[n(do) -ca.?- ] catellam tet(artarum) · X s(emis) ·, inaures [ -ca.?- ] anulum · tet(artarum) · II, · cottatia·[ -ca.?- ] pon(do) · unciae tres [ -ca.?- ] paenulam coccinam [ -ca.?- ] 10rerum · trium pal[ -ca.?- ] C̣CXX, item in aera[mentis -ca.?- ](*) mnaẹ — III, — et sart[aginem -ca.?- ] XXII, · labellum · po[n(do) -ca.?- ] XXX, scaphiu(*) pon(do)(*) [ -ca.?-

    Text Category: Papyrus
    Century Range: 1st century CE

  • SPP 20 15

    Unknown
    ὁμο[λο]γεῖ Ἰσίδωρος Σώτου ἀπὸ τῆς 4 [μητροπόλεως] [ἀναγρ(αφόμενος)] [ἐπʼ] [ἀμ]φ[ό]δου Μ[οή]ρεως ὡς [ἐτῶν] εἴκοσι̣ δύο ἄσημος Πασί[ωνι] [τῷ] καὶ Ἰσιδώρῳ Μάρωνος 5 [---] [ὡς] [ἐτῶν] [---] [κον]τα δύο [ἀσή]μῳ ἔχειν τὸν Ἰσίδωρον παρὰ τοῦ Π[ασίωνος] τοῦ καὶ Ἰσιδώρου 6 [ἐπὶ] [τῇ] [ἐπιτροπευομένῃ] [αὐτοῦ] [Θαϊσ]αρίῳ [Ἡρ]ακλείδου παρ[θ]ένῳ οὔσῃ συνερχομ[ένῃ] [αὐ]τῷ πρὸς γάμον φερ- 7 [νὴν] [χρυσ]οῦ μνα[ιαῖα] [τρία] [ἐν] κ̣οσμαρ[ίοις] καὶ ἱμάτια ἐ̣[ν] συντειμήσι* δραχμῶν τ[ριακ]οσίων ἅ ἐστιν σου- 8 [δάριον] ῥοδιακὸν, κ[ιθὼν] [κόκ]κ̣ινος ἡμιτριβής, ἕτερος σμαράγδινος, σου[βρ]ικ[οπάλ]λιον μόρινον ἡμι- 9 [τριβές] [,] [ἀβόλλ]ης λευκὸς καὶ ἐ[ν] [τοῖς] [παραφ]έρνοις κιτὼν κροκώ[τι]νος , παλλίολον γλορ̣ὸ̣ν̣* , ἐ̣π̣ικάρσιον καὶ χαλκᾶ 10 [Ἀφρο]δείτην, ἔσοπτρον δίπτυχ̣ον , δίφρον, στάμνον, [σ]κάφιον καὶ ξύλινα [---] [θή]κην τῆς Ἀφροδεί- 11 [της] [.]ην, σκρήνιον* κάθεδραν σὺν ὑποποδίῳ.... [οἱ] [γαμοῦντες] [ἀπ]οδότω ὁ Ἰσίδωρος τὴν προκειμένην φερνὴν [τ]ὸ μὲν χρυσίον ἐν τοῖς α̣[ὐ]τ̣οῖς κοσμαρίοι̣ς̣ καὶ ἴσῃ ὁλ- 18 [κῇ] [καὶ] [τὰ] [ἱμ]άτ[ι]α ἐν τῇ ἴσῃ συντειμήσει* ἐγλογῆ̣ς̣ αὐτῇ οὔσης ἤ̣τοι τὰ ἱμάτια λαμβάνειν... [Ἰσίδωρος] [Σώτο]υ ἔχω παρὰ τοῦ Πασίωνος τοῦ κα[ὶ] Ἰσιδώρου ἐπὶ τῇ ἐπιτροπευομέ̣ν̣ῃ̣ [αὐτοῦ] 25 [Θαισαρίῳ] [π]αρθένῳ οὔσῃ συνερχομενης* μοι πρὸς γάμον φερνὴν διὰ χει[ρὸς] χρυ[σοῦ] 26 [δοκιμίου] [μ]ναιαῖα τ[ρ]ία ἐν κοσμαρίοις καὶ ἱμάτι[α] ἐν συντε̣ιμήσε̣ι̣* δραχμῶ[ν] [τριακοσί]ω̣ν̣ 27 [καὶ] [τὰ] [προκείμε]ν̣α παράφερνα

    Text Category: Papyrus: marriage contract
    Century Range: 2nd century CE
    Date: 189
    Location: Ptolemais Euergetis

  • PSI 15 1514

    Unknown
    ἱερὸν κόσμον συντετελεσμέ(νον) ὑπὸ Ἀκουσιλάου τ̣ο̣ῦ̣ Νίκω̣νος Αἰγυπ̣τ̣ί̣ο̣υ καὶ λογευτοῦ ἐπιστροφηι(*) οὐ γέγον(εν)... παρὰ τὰ ὑ[πὸ] τῶν βασιλέων προστεταγμέν(α), εἰσβιασάμενος ἔνδον παρʼ ἐμοὶ καὶ διαρπάσας τοῖς θεαταῖς πολὺ τῶν κόσμων καὶ τῶν ἄλλων ἀπεχρή- σατο... ἔστι δέ· θυμιατήρι(ον) κασι(τέρινον)(*) (δραχμῶν) ιβ, σπονδεῖον ἀργυ(ρίου) (δραχμῶν) μ, λιβανωτρίδα ἀξίαν (δραχμῶν) δ, κίστην στολιστοῦ θεῶν ἄξιον (δραχμῶν) ρ, ̣ ̣ ̣στολ̣ι̣με̣ν̣ ̣ (?) ἀξίαν ἀργυ(ρίου) (δραχμῶν) ζ.

    Text Category: Papyrus
    Century Range: 1st century BCE
    Date: 89-53
    Location: Egypt

  • Orations 25.59

    Aelius Aristides
    οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Elegy and Iambus 1.10.2; Deipnosophistae 10. 413f

    Athenaeus
    Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Histories 39.6.1

    Polybius
    Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 31.15.11

    Polybius
    ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 31.26.3-6

    Polybius
    συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 30.25.8

    Polybius
    οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 8.17.1-5

    Polybius
    Ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων.  ἡ δ’ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο· ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατ’ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 9.10.12-13

    Polybius
    τὰ δ᾽ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς: Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 2.31.5-6

    Polybius
    καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δ᾽ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Economics 5.3

    Xenophon
    ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει:

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 362-354

  • Ways and Means 4.8

    Xenophon
    καὶ μὴν ὅταν γε εὖ πράττωσιν αἱ πόλεις, ἰσχυρῶς οἱ ἄνθρωποι ἀργυρίου δέονται. οἱ μὲν γὰρ ἄνδρες ἀμφὶ ὅπλα τε καλὰ καὶ ἵππους ἀγαθοὺς τε καὶ οἰκίας καὶ κατασκευὰς μεγαλοπρεπεῖς βούλονται δαπανᾶν, αἱ δὲ γυναῖκες εἰς ἐσθῆτα πολυτελῆ καὶ χρυσοῦν κόσμον τρέπονται. 

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 355

  • Hellenica 4.2.7

    Xenophon
    ἦν δὲ τὰ ἆθλα τὰ μὲν πλεῖστα ὅπλα ἐκπεπονημένα εἰς κόσμον καὶ ὁπλιτικὰ καὶ ἱππικά· ἦσαν δὲ καὶ στέφανοι χρυσοῖ· τὰ δὲ πάντα ἆθλα οὐκ ἔλαττον ἐγένοντο ἢ ἀπὸ τεττάρων ταλάντων.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 362

  • Cyropaedia 6.4.2-3

    Xenophon
    ἐπεὶ δ᾽ ἔμελλε τὸν λινοῦν θώρακα, ὃς ἐπιχώριος ἦν αὐτοῖς, ἐνδύεσθαι, προσφέρει αὐτῷ ἡ Πάνθεια χρυσοῦν καὶ χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλια πλατέα περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα πορφυροῦν ποδήρη στολιδωτὸν τὰ κάτω καὶ λόφον ὑακινθινοβαφῆ. ταῦτα δ᾽ ἐποιήσατο λάθρᾳ τοῦ ἀνδρὸς ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα. ὁ δὲ ἰδὼν ἐθαύμασέ τε καὶ ἐπήρετο τὴν Πάνθειαν: οὐ δήπου, ὦ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; μὰ Δί᾽, ἔφη ἡ Πάνθεια, οὔκουν τόν γε πλείστου ἄξιον: σὺ γὰρ ἔμοιγε, ἢν καὶ τοῖς ἄλλοις φανῇς οἷόσπερ ἐμοὶ δοκεῖς εἶναι, μέγιστος κόσμος ἔσῃ. ταῦτα δὲ λέγουσα ἅμα ἐνέδυε τὰ ὅπλα, καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτῇ τὰ δάκρυα κατὰ τῶν παρειῶν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Cyropaedia 5.2.7

    Xenophon
    ἐπειδὴ δὲ ἔνδον ἦσαν, ἐκφέρων ὁ Γωβρύας φιάλας χρυσᾶς καὶ πρόχους καὶ κάλπιδας καὶ κόσμον παντοῖον καὶ δαρεικοὺς ἀμέτρους τινὰς καὶ πάντα καλὰ πολλά, τέλος τὴν θυγατέρα, δεινόν τι κάλλος καὶ μέγεθος, πενθικῶς δ’ ἔχουσαν τοῦ ἀδελφοῦ τεθνηκότος, ἐξάγων ὧδ’ εἶπεν· ἐγώ σοι, ὦ Κῦρε, τὰ μὲν χρήματα ταῦτα δωροῦμαι, τὴν δὲ θυγατέρα ταύτην ἐπιτρέπω διαθέσθαι ὅπως ἂν σὺ βούλῃ· ἱκετεύομεν δέ, ἐγὼ μὲν καὶ πρόσθεν τοῦ υἱοῦ, αὕτη δὲ νῦν τοῦ ἀδελφοῦ τιμωρὸν γενέσθαι σε.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Greater Hippias 289c-e

    Plato
    Σωκράτης ‘εἰ δέ σε ἠρόμην,’ φήσει, ‘ἐξ ἀρχῆς τί ἐστι καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρ᾽ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτ᾽ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;’ Ἱππίας ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται. εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων. ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτ᾽ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 390