Silver

Item set

Items

Advanced search
  • On the Judaean War 5.204-205

    Flavius Josephus
    ἡ δ’ ὑπὲρ τὴν Κορινθίαν ἀπὸ τῆς γυναικωνίτιδος ἐξ ἀνατολῆς ἀνοιγομένη τῆς τοῦ ναοῦ πύλης ἀντικρὺ πολὺ μείζων· πεντήκοντα γὰρ πηχῶν οὖσα τὴν ἀνάστασιν τεσσαρακονταπήχεις τὰς θύρας εἶχε καὶ τὸν κόσμον πολυτελέστερον ἐπὶ δαψιλὲς πάχος ἀργύρου τε καὶ χρυσοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.177-180

    Flavius Josephus
    οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατ’ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων, οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ. 0περίστοα δὲ δι’ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.306

    Flavius Josephus
    καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ’ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.90

    Flavius Josephus
    χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.20

    Flavius Josephus
    ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.95

    Flavius Josephus
    Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 6.148

    Flavius Josephus
    καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ’ ὅταν ἀπειθεῖν δοκῇ. 6.148παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ’ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ’ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ’ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ’ εὐμενῶς, ἀλλ’ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.57-58

    Flavius Josephus
    πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 2.15.3

    Longus
    Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Strategicus 1.20

    Onasander
    οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται

    Text Category: Literature: prose
    Century Range: 1st century CE

  • Library 16.81.1

    Diodorus Siculus
    πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρ᾽ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 14.44.7

    Diodorus Siculus
    ὀλίγαις δ᾽ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • ID 372

    Unknown
    κρατῆρα ἀργυροῦν — — ἀπὸ τοῦ] ὠτὸς τοῦ ἑνὸς τὸν κόσμον οὐκ [ἔχοντα… καὶ ἔφασαν εὑρεθῆναι οἱ [ἱεροποιοὶ Πολ]ύξενος, Σώκριτος τοῦ κόσμου τοῦ κρατῆρος [κ]λάσματα ΙΙ.

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 200
    Location: Delos

  • ID 371

    Unknown
    κρατὴρ ἀργυροῦς, ἀπὸ τοῦ ὠτὸς ἑκατέρου χηνίσκον οὐ]κ ἔχων κα[ὶ] τοῦ [ἑνὸς ὠτὸς τὸν κόσμον οὐκ ἔχων

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 202-201
    Location: Delos

  • ID 366

    Unknown
    κρα[τῆ]ρα ἀργυροῦν ἀ[πὸ] τοῦ ὠτὸς ἑκατέρου χηνίσκον ἀποκεκλασμένον καὶ τὸν κόσμον τοῦ ἑνὸς ὠτός

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 207
    Location: Delos

  • ID 359

    Unknown
    καὶ τὸν κόσμον τοῦ ἑ]ν̣ὸς ὠτός· τ̣ρ̣ίποδα π̣ερι̣η̣[ργυρωμένον

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 208
    Location: Delos

  • IGUR I 119

    Unknown
    ❦ Ἀγλιβώλῳ καὶ Μαλαχβήλῳ πατρῴοις θεοῖ[ς]               καὶ τὸ σίγνον ἀργυροῦν σὺν παντὶ κόζμῳ {²⁶κόσμῳ}²⁶ ἀνέθη[κε] Ἰ(ούλιος) Αὐρ(ήλιος) Ἡλιόδωρος Ἀντιόχου Ἁδριανὸς Παλμυρηνὸς ἐκ τῶν ἰδίων ὑπὲρ σωτηρίας αὐτοῦ καὶ τ(ῆς) συμβίου καὶ τ(ῶν) τέκνων ἔτους ζ∙μ∙φʹ μηνὸς Περιτίου.   {²titulum Palmyrenum ita latine vertit Chabot:}²   Palmyrene.5 “τοῖς Aglibôl et Malakbêl et signum argenteum et ornamentum eius fecit de sua crumena Iarḥai filius Ḥaliphi, filii Iarḥai, filii Lišamš (filii)  So῾adu, pro salute sua et salute filiorum suorum; mense Sebat anni DXXXXVII.”

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 236
    Location: Latium: Rome

  • Prose sur pierre 14

    Unknown
    ὁ βασιλεὺς εἰς τὰ ἱερὰ καὶ θύσας ἀνέθηκεν προσόδους αὐτοῖς χωρὶς τῶν προανακει- μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 217
    Location: Egypt: Patoumos

  • Gerasa 327

    Unknown
    [☩ ἦ μά]λα θαύματα καλὰ φέρ[ει πᾶ]ς ἱεροφάντης ἀ̣ν̣θρώποις οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, οὕνεκεν οἶκον ἔδειμε μαθηταῖς πρωτοστάταις Πέτρῳ καὶ Παύλῳ (τοῖς γὰρ σθένος ἄνθετο Σωτήρ) ἀργυρέοις κόσμοισι καὶ εὐβαφεέσσι λίθοισιν κλεινὸς Ἀναστάσιος, θεομήδεα πιστὰ διδάσκων.

    Text Category: Inscription: mosaic
    Century Range: 6th century CE
    Location: Arabia/ Syria Decapolis: Gerasa

  • TAM III,1 17

    Unknown
    τὸν δὲ λοιπὸν κόσμον καὶ τὴν σκούτλωσιν τοῦ ν̣[εῶ κ]αὶ τὴ̣ν ἀργυρῶν εἰκόνων ͵ʹ ἀνάθεσιν Αὐρ(ηλία) Παδαμουριανὴ Νανηλις Οπλητος, ἀρχιερασαμένη, ἡ μήτηρ τῆς Παν- κρατείας, ἀκολούθως εἰσαγελία ἡ ἐποιήσατο καὶ αὐτή, συνκαθιέρωσεν

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 212
    Location: Pisidia: Termessos

  • Ephesos 1448

    Unknown
    [Τ(ίτον) Φ]λά(ουιον) Ἰου[λιαν]ὸ̣ν π[ρ]ύτανι[ν, υἱὸ]ν Φλα(ουίου) [Ἰ]ουλιανοῦ [ἀσιά]ρχ[ο]υ, [ἔ]κγονον Τ(ίτου) [Φλα(ουίου) Πυ]θίων[ος] ἀσιάρχου, [ἐπιστάτην ἔργων] μεγά̣λω̣[ν, τὸν φιλοτ]ειμίαις [καὶ] [ἀ]ναλ̣ώμ[ασι ἀργυρίο]υ καὶ δ[ιανο]- [μαῖς] καὶ [δαπάναις κ]οσμοῦν[τα] [γραμμ]ατεύ[οντα τὴν πα]τρίδα

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 138-161
    Location: Ionia: Ephesos

  • Panamara 43

    Unknown
    [․․․]λ̣μα[—] τὴν ἐπισκε[υὴν καὶ τὴν κατα]- [σ]κευὴν τῶν ἐν [τῷ ἱερῷ —] καὶ εἰς τὴν λοιπὴ[ν περὶ τὸν θε]- ὸν περισσοτέρα[ν μεγαλοπρέπειαν] καὶ σεμνότητα [— ἐπιμελη]- θέντων τῶν τοῦ [—] των καὶ τῶν εἰς τὰ [—] ρια καὶ κόσμον διη[νεκῆ —] ἀργυρωμάτων ἱέ[ρεια] Μηνιὰς Φιλάγρου [Κωραι]- ῒς ἡ ἀδελφή.

    Text Category: Inscription
    Location: Caria: Panamara

  • Samos 133

    Unknown
    κόσμος τῆς θεοῦ· κι[θὼ]- [ν] Λύδιος ἔξαστιν ἔχων ἰσ[ά]τιδος, Διογένης ἀνέθηκε, κιθὼν Λύδιος ἔ- ξαστιν ὑακινθίνην ἔχων…

    Text Category: Inscription
    Century Range: 4th century BCE?
    Location: Samos

  • Aleshire, Ath. Asklepieion 249,V

    Unknown
    ἐξετασμὸν τῶν ἐν τῶ[ι Ἀσκληπιείωι ἀνακειμένων ἀργυρῶν καὶ χρυσῶν — — — — — — —] [— — — — — — — — — ἐ]ν̣ τῶι Ἀσκληπιείωι ἀπὸ Πε̣[— — — ἱερέως — — — — — — — — —] [— — — — — — — — — —]Σ v ὅπως οὖν καὶ ἡ βουλ̣ὴ̣ [καὶ ὁ δῆμος — — — — — — — — — —] [— — — — — —] τ̣ῶι θεῶι καθάπερ καὶ πρότ[ερον — — — — — — — — — — — — — — — — —] [τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐ]κκλησίαν χρηματίσαι πε̣[ρὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς, ὅτι δοκεῖ τῆι βουλῆι — — — — —] [— — — — τὸν δῆμον χειροτ]ονῆσαι δέκα ἄνδρας ἤδη π[έντε μὲν ἐξ Ἀρεοπαγιτῶν, πέντε δὲ ἐξ ἑαυτῶν — — — — —] [— — — — — — — — — — — — — — —] μετὰ τοῦ στρατηγοῦ τοῦ [ἐπὶ τὴν παρασκευήν — — — — — —] [— — — — — — — — — πρ]ὸς κόσμον τοῦ ἱεροῦ ἀναθεῖ̣ν̣[αι — — — — — — — — — — — —] [— — — — — — — — — — — — τ]ῶι ἱερεῖ ἢ τοῖς θύουσιν καὶ δεῖν̣[— — — — — — — — —] [— — — — — — — — — — — — — —]αι ἕκαστα ὡς βέλτιστα·

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 244-243
    Location: Athens: Asklepieion

  • Epitome, 1.11.7

    Florus
    … gentem, si opulentiam quaeras, aureis et argenteis armis et discolori veste usque ad ambitum ornatam

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome (or possibly Roman Spain)