Garlands
Item set
- Title
-
Garlands
Items
-
Histories 6.53.4-6
Polybius
μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ᾽ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Electra 1400-1401
Sophocles
ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Laws 947a-b
Plato
ἔτι δὲ τῶν εἰς τοὺς Ἕλληνας κοινῇ θυσιῶν καὶ θεωριῶν καὶ ὅσων ἂν ἑτέρων κοινωνῶσιν ἱερῶν, ἐκ τούτων τοὺς ἄρχοντας τῆς θεωρίας ἑκάστης ἐκπέμπειν, καὶ τούτους μόνους δάφνης στεφάνῳ τῶν ἐν τῇ πόλει κεκοσμημένους εἶναι, καὶ ἱερέας μὲν πάντας τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου, ἀρχιέρεων δὲ ἕνα κατ᾽ ἐνιαυτὸν τὸν πρῶτον κριθέντα τῶν γενομένων ἐκείνῳ τῷ ἐνιαυτῷ τῶν ἱερέων, καὶ τοὔνομα ἀναγράφειν τούτου κατ᾽ ἐνιαυτόν, ὅπως ἂν γίγνηται μέτρον ἀριθμοῦ τοῦ χρόνου, ἕως ἂν ἡ πόλις οἰκῆται.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Olympian 8.81-85
Pindar
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις ἸφίωνἈγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸνκόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένειὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖςἔργ’ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460Location: Olympia -
Pythian 9.117-120
Pindar
οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 474 -
Isthmian 1.17-22
Pindar
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶΘήβαις ἐτέκνωθεν κράτιστοι·΄ἔν τ᾿ ἀέθλοισι θίγον πλείστων ἀγώνων,καὶ τριπόδεσσιν ἐκόσμησαν δόμονκαὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,γευόμενοι στεφάνωννικαφόρων· λάμπει δὲ σαφὴς ἀρετάἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔντ᾿ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖςκαὶ λιθίνοις ὁπότ᾿ ἐν δίσκοις ἵεν·οὐ γὰρ ἦν πενταέθλιον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳἔργματι κεῖτο τέλος.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458 -
Works and Days 69-76
Hesiod
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.αὐτίκα δ᾽ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς:ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη:ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ: ἀμφὶ δὲ τήν γεὯραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν:πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.Text Category: Literature: poetryCentury Range: 7th century BCELocation: Boeotia -
Theogony 586-587
Hesiod
ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Theogony 573-580
Hesiod
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρηνδαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι:ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήειςἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Ion 1168-1170
Euripides
ὡς δ᾽ ἐπληρώθη στέγη,στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶςψυχὴν ἐπλήρουνText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 413Location: Athens -
Iphigenia in Aulis 757-761
Euripides
τὰν Κασάνδραν ἵν᾽ ἀκούωῥίπτειν ξανθοὺς πλοκάμουςχλωροκόμῳ στεφάνῳ δάφναςκοσμηθεῖσαν, ὅταν θεοῦμαντόσυνοι πνεύσωσ᾽ ἀνάγκαι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 405Location: Athens -
Hippolytus 73-77
Euripides
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτουλειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰοὔτ᾽ ἦλθέ πω σίδηρος, ἀλλ᾽ ἀκήρατονμέλισσα λειμῶν᾽ ἠρινὴ διέρχεται,Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 428Location: Athens -
Orations 19.255
Demosthenes
οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσαςεὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 343Location: Athens -
Epinicians 7.10-11
Bacchylides
Ἀρ[ιστομένει]οννῦν γ]᾽ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]ναText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 452Location: Olympia -
Vita Sophistarum 615-616
Philostratus the Athenian
Μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶναText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.12
Philostratus the Athenian
Καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ᾿ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾿ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 4.25.4
Philostratus the Athenian
“ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Historiae Romanae 75.1.4
Cassius Dio
ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι ἡμεῖς 5ἐν κόσμῳ περιῄειμενText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 62.3.4
Cassius Dio
καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Varia Historia 9.39
Aelian
νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας.`Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Deipnosophistae 15.33
Athenaeus
ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων.καὶ σὺ μὲντὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.16
Athenaeus
οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.28
Athenaeus
προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ᾽ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ , κασίας μεσταὶ καὶ κρόκου, περιέκειτο δ᾽ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.27
Athenaeus
ᾧ γυνὴ περικαλλεστάτη καὶ ἴση κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ χιτῶνι κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσέας, τῇ δ᾽ ἑτέρᾳ ῥάβδον φοίνικος: ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Quaestiones convivales 7.5
Plutarch
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν 1 ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: ἑστιῶν δ᾽ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea