Clothing
Item set
- Title
-
Clothing
Items
-
Orationes 2.49
Dio Chrysostom
νὴ Δία γε, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 1.70
Dio Chrysostom
ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι:Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Anabasis 2.12.5-6
Arrian
καὶ Λεοννάτον παρελθόντα ἐς τὴν σκηνὴν τά τε περὶ Δαρείου εἰπεῖν καὶ ὅτι τὴν θεραπείαν αὐταῖς ξυγχωρεῖ Ἀλέξανδρος τὴν βασιλικὴν καὶ τὸν ἄλλον κόσμον καὶ καλεῖσθαι βασιλίσσας, ἐπεὶ οὐδὲ κατὰ ἔχθραν οἱ γενέσθαι τὸν πόλεμον πρὸς Δαρεῖον, ἀλλ᾽ ὑπὲρ τῆς ἀρχῆς τῆς Ἀσίας διαπεπολεμῆσθαι ἐννόμως.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.6.1
Arrian
ἧκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Greek Anthology 6.215
Philippus via Maximus Planudes
συλήσαντες Ὄλυμπον ἴδ᾽ ὡς ὅπλοισιν Ἔρωτεςκοσμοῦντ᾽ ἀθανάτων, σκῦλα φρυασσόμενοι.Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηοςὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,πτηνὰ πέδιλ᾽ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.Text Category: Literature: epigramLocation: Constantinople -
Greek Anthology 2.1
Christodorus of Thebes
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖςἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,οἷά τε μυρομένηText Category: Literature: epigramCentury Range: 6th century CE -
Quomodo historia conscribenda sit 8.11
Lucian
μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ᾽ ἐπεισάγει τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ, Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτο αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De luctu 14
Lucian
πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν αὐτῶν κάτωText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Philopseudes sive incredulus 27
Lucian
τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Saltatione 63
Lucian
ὅ δὴ καὶ Δημήτριον τὸν Κυνικὸν παθεῖν λέγουσιν. ἐπεὶ γὰρ καὶ αὐτὸς ὅμοιά σοι κατηγόρει τῆς ὀρχηστικῆς, λέγων τοῦ αὐλοῦ καὶ τῶν συρίγγων καὶ τῶν κτύπων πάρεργόν τι τὸν ὀρχηστὴν εἶναι, μηδὲν αὐτὸν πρὸς τὸ δρᾶμα συντελοῦντα, κινούμενον δὲ ἄλογον ἄλλως κίνησιν καὶ μάταιον, οὐδενὸς αὐτῇ νοῦ προσόντος, τῶν δὲ ἀνθρώπων τοῖς περὶ τὸ πρᾶγμα γοητευομένων: ἐσθῆτι σηρικῇ καὶ προσωπείῳ εὐπρεπεῖ, αὐλῷ τε καὶ τερετίσμασι καὶ τῇ τῶν ᾀδόντων εὐφωνίᾳ, οἷς κοσμεῖσθαιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Dea Syria 35
Lucian
ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι: μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Syria dea 32
Lucian
χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνὰς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De luctu 12
Lucian
οἰμωγαὶ δ᾽ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί: καί που καὶ ἐσθὴς καταρρήγνυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάσσεται, καὶ οἱ ζῶντες οἰκτρότεροι τοῦ νεκροῦ: οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δ᾽ εὐσχήμων καὶ καλὸς καὶ καθ᾽ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ εἰς πομπὴν κεκοσμημένος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Necyomantia 16
Lucian
τοιγάρτοι ἐκεῖνα ὁρῶντί μοι ἐδόκει ὁ τῶν ἀνθρώπων βίος πομπῇ τινι μακρᾷ προσεοικέναι, χορηγεῖν δὲ καὶ διατάττειν ἕκαστα ἡ Τύχη, διάφορα καὶ ποικίλα τοῖς πομπευταῖς τὰ σχήματα προσάπτουσα: τὸν μὲν γὰρ λαβοῦσα, εἰ τύχοι, βασιλικῶς διεσκεύασεν, τιάραν τε ἐπιθεῖσα καὶ δορυφόρους παραδοῦσα καὶ τὴν κεφαλὴν στέψασα τῷ διαδήματι, τῷ δὲ οἰκέτου σχῆμα περιέθηκεν: τὸν δέ τινα καλὸν εἶναι ἐκόσμησεν, τὸν δὲ ἄμορφον καὶ γελοῖον παρεσκεύασεν παντοδαπὴν γάρ, οἶμαι, δεῖ γενέσθαι τὴν θέαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Adversus indoctum et libros multos ementem
Lucian
μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Adversus indoctum et libros multos ementem 6
Lucian
οὗτος τοίνυν τοῦτο μὲν ἐλεεινὸν ἐπεπόνθει, καὶ θεραπεύων τὴν δυστυχίαν ξυλίνους πόδας πεποίητο, καὶ τούτους ὑποδούμενος ἐβάδιζεν ἐπιστηριζόμενος ἅμα τοῖς οἰκέταις. ἐκεῖνο δὲ γελοῖον ἐποίει, κρηπῖδας γὰρ καλλίστας ἐωνεῖτο νεοτμήτους ἀεί, καὶ τὴν πλείστην πραγματείαν περὶ ταύτας εἶχεν, ὡς καλλίστοις ὑποδήμασι κεκοσμημένα εἴη αὐτῷ τὰ ξύλαText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Bis accusatus sive tribunalia 31
Lucian
ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρειText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Piscator
Lucian
εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατεφάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀναβολὴν ἀνεπιτηδεύτως περιστέλλουσα: πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
CIL 05, 00835 = InscrAqu-01, 00361 = IEAquil 00236
Unknown
Veneri / Aug(ustae) / Popillia L(uci) f(ilia) / Marcellina / Attia mater / ornament(a) eius exornavitText Category: Inscription: baseCentury Range: 1st century BCE/ 1st century CEDate: 30 BCE - 30 CELocation: Venetia: Aquileia -
Life of Marcellus 30.2
Plutarch
ἀλλ᾽ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσεText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Lucullus 39.5
Plutarch
στρατηγοῦ δέ ποτε φιλοτιμουμένου περὶ θέας καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυρᾶς χλαμύδας ἀπεκρίνατο σκεψάμενος,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Lucullus 29.7
Plutarch
τούτων οὐκ ἠμνημόνησεν ὁ Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Crassus 17.4
Plutarch
ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δ᾽ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Coriolanus 32.1
Plutarch
ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπ᾽ οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις: λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Cleomenes 38.6
Plutarch
τέλος δὲ μετὰ πάσας ἑαυτὴν κοσμήσασα, καὶ καταγαγοῦσα τὴν περιβολήν, καὶ μηδένα προσελθεῖν ἐάσασα μηδὲ ἰδεῖν ἄλλον ἢ τόν ἐπὶ τῆς σφαγῆς τεταγμένον, ἡρωικῶς κατέστρεψεν, οὐδενὸς δεηθεῖσα κοσμοῦντος καὶ περικαλύπτοντος μετὰ τὴν τελευτήν. οὕτω παρέμεινε τῷ θανάτῳ τὸ κόσμιον τῆς ψυχῆς, καὶ διεφύλαξεν ἣν ζῶσα φρουρὰν τῷ σώματι περιέθηκεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea