Clothing
Item set
- Title
-
Clothing
Items
-
Fragment 1p, Alpha* line 9
Ctesias
ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖνText Category: Literature: proseCentury Range: 5th century BCE -
Phil., Fragment P. 143 line 11
Perictione
σκῆνος δὲ ἄγειν χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη.Text Category: Literature: proseCentury Range: 4th century BCE -
History Fragment 150b line 2
Timaeus
Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ΄ ἄλλος ἐποίησε μείζω• ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίοναςText Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 27 line 28-29
Megasthenes
λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. Abderita, Fragmenta, Fragment 25 line 1010
Hecataeus of Abdera
ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετ’ ἐσθῆτος λαμπρᾶς κοσμήσαντα τὸ σῶμα θῦσαι τοῖς θεοῖςText Category: Literature: proseCentury Range: 4th century BCE -
Hist, Fragmenta Fragment 14 line 8
Duris of Samos
ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Orations 3.243
Aelius Aristides
καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδ᾽ ὑπεχώρησεν οὔτε πόλει οὔτ᾽ ἀνθρώπων οὐδενὶ, ἀλλ᾽ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλ᾽ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δ᾽ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 145-147 -
Orations 37.11
Aelius Aristides
εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπ᾽ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 153Location: Baris -
Orations 31.12
Aelius Aristides
ἐσθῆτας δὲ αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 161Location: Cyzicus -
Orations 28.136
Aelius Aristides
φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 145-147Location: Pergamon -
Orations 37.3, 5
Aelius Aristides
ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός... καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι᾽ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 153Location: Baris -
Orations 27.36
Aelius Aristides
οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 166Location: Cyzicus -
Speeches 4.25 (In Defence of Euxenippus)
Hyperides
ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία [Note] αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 330Location: Athens -
Speeches 1.69
Dinarchus
γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 324Location: Athens -
Histories 6.53.4-6
Polybius
μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ᾽ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 6.53.1
Polybius
ὅταν γὰρ μεταλλάξῃ τις παρ᾽ αὐτοῖς τῶν ἐπιφανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομίζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, σπανίως δὲ κατακεκλιμένος.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 3.49.11-12
Polybius
οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.17.5
Polybius
τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν· προσαγορεύονται δ’ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δ’ ἀλλοίᾳ χρώμενοιText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Trachiniae 763-764
Sophocles
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετοText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 450-425Location: Athens -
Electra 1136-1142
Sophocles
νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼλουτροῖς σ’ ἐκόσμησ’ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,ἀλλ’ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Antigone 891-904
Sophocles
ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων·ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷκάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Antigone 388-396
Sophocles
ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Ajax 1402-1409
Sophocles
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταταιχρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.χρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Symposium 9.3
Xenophon
ἐκ τούτου πρῶτον μὲν ἡ Ἀριάδνη ὡς νύμφη κεκοσμημένη παρῆλθε καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360-369 -
Economics 4.23
Xenophon
καὶ ὁ Λύσανδρος ἔφη, ἀποβλέψας εἰς αὐτὸν καὶ ἰδὼν τῶν τε ἱματίων τὸ κάλλος ὧν εἶχε καὶ τῆς ὀσμῆς αἰσθόμενος καὶ τῶν στρεπτῶν καὶ τῶν ψελίων τὸ κάλλος καὶ τοῦ ἄλλου κόσμου οὗ εἶχεν, εἰπεῖν: τί λέγεις, φάναι, ὦ Κῦρε; ἦ γὰρ σὺ ταῖς σαῖς χερσὶ τούτων τι ἐφύτευσας;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354