Clothing
Item set
- Title
-
Clothing
Items
-
Homeric Hymns 5.161-167
Homer
οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους.λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόενταἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης: ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymn 32.3-8
Homer
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςText Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 5.64-67
Homer
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰχρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον,ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Iliad 14.187-189
Homer
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμονβῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Works and Days 69-76
Hesiod
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.αὐτίκα δ᾽ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς:ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη:ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ: ἀμφὶ δὲ τήν γεὯραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν:πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.Text Category: Literature: poetryCentury Range: 7th century BCELocation: Boeotia -
Theogony 586-587
Hesiod
ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Theogony 573-580
Hesiod
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρηνδαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι:ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήειςἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Histories 5.92G.3
Herodotus
ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ, πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη, ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. αἳ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὃ δ᾽ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσε σφέας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 9.76.1
Herodotus
ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος: ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 6.41.4
Herodotus
Δαρεῖος δέ, ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά: καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 3.1.3-4
Herodotus
ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη, οὔνομα δέ οἱ ἦν Νίτητις: ταύτην δὴ τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα. μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων, λέγει πρὸς αὐτὸν ἡ παῖς ‘ὦ βασιλεῦ, διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις. ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς, ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω, τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετ᾽ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε.’Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 1.113.1-2
Herodotus
Κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίεε ταῦτα· τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί, τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον· κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός, φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τιθεῖText Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 1.111.3-4
Herodotus
ὡς δὲ τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανώμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ. Ἅρπαγος δὲ ὡς εἶδέ με, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι, πόλλ᾿ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι. καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι· οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν. ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον, πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Trojan Women 1200-1203
Euripides
φέρετε, κομίζετ᾽ ἀθλίῳ κόσμον νεκρῷἐκ τῶν παρόντων: οὐ γὰρ ἐς κάλλος τύχαςδαίμων δίδωσιν: ὧν δ᾽ ἔχω, λήψῃ τάδε.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 415Location: Athens -
Medea 1156-1162
Euripides
ἡ δ᾽, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,ἀλλ᾽ ᾔνεσ᾽ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμωνμακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθενλαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοιςλαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,ἄψυχον εἰκὼ προσγελῶσα σώματος.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 431Location: Athens -
Medea 978-981
Euripides
δέξεται νύμφα χρυσέων ἀναδεσμᾶνδέξεται δύστανος ἄταν:ξανθᾷ δ᾽ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδακόσμον αὐτὰ χεροῖν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 431Location: Athens -
Medea 945-955
Euripides
εἴπερ γυναικῶν <γ᾽> ἐστι τῶν ἄλλων μία.συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου:πέμψω γὰρ αὐτῇ δῶρ᾽ ἃ καλλιστεύεταιτῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ᾽ ἐγώ, πολὺ[λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον]παῖδας φέροντας. ἀλλ᾽ ὅσον τάχος χρεὼνκόσμον κομίζειν δεῦρο προσπόλων τινά.εὐδαιμονήσει δ᾽ οὐχ ἕν, ἀλλὰ μυρία,ἀνδρός τ᾽ ἀρίστου σοῦ τυχοῦσ᾽ ὁμευνέτουκεκτημένη τε κόσμον ὅν ποθ᾽ Ἥλιοςπατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 431Location: Athens -
Medea 784-789
Euripides
πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν,[νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,]λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον:κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης:τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 431Location: Athens -
Iphigenia in Tauris 1222-1225
Euripides
τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένουςκαὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνονμυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσαπρουθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 414-412Location: Athens -
Hippolytus 630-633
Euripides
ὁ δ᾽ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸνγέγηθε κόσμον προστιθεὶς ἀγάλματικαλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖδύστηνος, ὄλβον δωμάτων ὑπεξελών.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 428Location: Athens -
Heracles 548
Euripides
κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 416Location: Athens -
Heracles 327-331
Euripides
κἀγώ σ᾽ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,ἡμῖν ἵν᾽ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ:κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,όμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —ὡς ἀλλὰ ταῦτά γ᾽ ἀπολάχωσ᾽ οἴκων πατρός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 416Location: Athens -
Helen 1279
Euripides
ἐλθὼν δ᾽ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ:Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 412Location: Athens -
Hecuba 615-618
Euripides
κόσμον τ᾽ ἀγείρασ᾽ αἰχμαλωτίδων πάρα,αἵ μοι πάρεδροι τῶνδ᾽ ἔσω σκηνωμάτωνναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπόταςλαθοῦσ᾽ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 424Location: Athens -
Hecuba 577-578
Euripides
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδιοὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 424Location: Athens