Clothing
Item set
- Title
-
Clothing
Items
-
Andromache 147-153
Euripides
κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆςστολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλωνοὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄποδόμων ἀπαρχὰς δεῦρ᾽ ἔχουσ᾽ ἀφικόμην,ἀλλ᾽ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸςΜενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρπολλοῖς σὺν ἕδνοις, ὥστ᾽ ἐλευθεροστομεῖν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 425Location: Athens -
Bacchae 857-861
Euripides
ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼνἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,Πενθεῖ προσάψων: γνώσεται δὲ τὸν ΔιὸςΔιόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 405Location: Athens -
Alcestis 1049-1050
Euripides
ποῦ καὶ τρέφοιτ᾽ ἂν δωμάτων νέα γυνή;νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 438Location: Athens -
Alcestis 629-632
Euripides
οὔτ᾽ ἦλθες ἐς τόνδ᾽ ἐξ ἐμοῦ κληθεὶς τάφονοὔτ᾽ ἐν φίλοισι σὴν παρουσίαν λέγω.κόσμον δὲ τὸν σὸν οὔποθ᾽ ἥδ᾽ ἐνδύσεται:οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 438Location: Athens -
Alcestis 611-624
Euripides
Χορόςκαὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶστείχοντ᾽, ὀπαδούς τ᾽ ἐν χεροῖν δάμαρτι σῇκόσμον φέροντας, νερτέρων ἀγάλματα.Φέρηςἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον:ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονοςγυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲνφέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸςἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,καί μ᾽ οὐκ ἄπαιδ᾽ ἔθηκεν οὐδ᾽ εἴασε σοῦστερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,πάσαις δ᾽ ἔθηκεν εὐκλεέστερον βίονγυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 438Location: Athens -
Alcestis 149
Euripides
κόσμος γ᾽ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 438Location: Athens -
Trojan Women 1147-1149
Euripides
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,γῆν τῷδ᾽ ἐπαμπισχόντες ἀροῦμεν δόρυ:σὺ δ᾽ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 415Location: Athens -
Suppliants 1054
Euripides
σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 423Location: Athens -
Ion 327
Euripides
τοῖς τοῦ θεοῦ κοσμούμεθ᾽, ᾧ δουλεύομεν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 413Location: Athens -
Heracles 701-703
Euripides
ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ:χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοιςκοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 416Location: Athens -
Heracles 332-335
Euripides
ἔσται τάδ᾽: οἴγειν κλῇθρα προσπόλοις λέγω.κοσμεῖσθ᾽ ἔσω μολόντες: οὐ φθονῶ πέπλων.ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 416Location: Athens -
Bacchae 820-837
Euripides
Πενθεύςἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.Διόνυσοςστεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.Πενθεύςτί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;Διόνυσοςμή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.Πενθεύςεὖ γ᾽ εἶπας αὖ τόδ᾽: ὥς τις εἶ πάλαι σοφός.ΔιόνυσοςΔιόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.Πενθεύςπῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς;Διόνυσοςἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.Πενθεύςτίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει.Διόνυσοςοὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.Πενθεύςστολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν;Διόνυσοςκόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.Πενθεύςτὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;Διόνυσοςπέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα.Πενθεύςἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί;Διόνυσοςθύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.Πενθεύςοὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.Διόνυσοςἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 405Location: Athens -
Orations 27.10
Demosthenes
χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνει’ εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δ’ οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ καὶ ἐκπώματα καὶ χρυσία καὶ ἱμάτια, τὸν κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτ’ εἰς μυρίας δραχμάς, ἀργυρίου δ’ ἔνδον ὀγδοήκοντα μνᾶς.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Orations 21.16
Demosthenes
τὴν γὰρ ἐσθῆτα τὴν ἱεράν (ἱερὰν γὰρ ἔγωγε νομίζω πᾶσαν ὅσην ἄν τις εἵνεκα τῆς ἑορτῆς παρασκευάσηται, τέως ἂν χρησθῇ) καὶ τοὺς στεφάνους τοὺς χρυσοῦς, οὓς ἐποιησάμην ἐγὼ κόσμον τῷ χορῷ, ἐπεβούλευσεν, ὦ ἄνδρες Ἀθηναῖοι, διαφθεῖραί μοι νύκτωρ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ χρυσοχόου.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Politics 1267b.23-30
Aristotle
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος)Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Nicomachean Ethics 1125a.28-32
Aristotle
οἱ δὲ χαῦνοι ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτ᾿ ἐπιφανῶς· οὐ γὰρ ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται· καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις· καὶ βούλονται τὰ εὐτυχήματα φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι περὶ αὐτῶν, ὡς διὰ τούτων τιμηθησόμενοι.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Eudemian Ethics 1233a.32-36
Aristotle
Ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν1 τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν, τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλ᾿ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1344a.20-23
Aristotle
περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖ ἀλαζονευομένους ἀλλήλοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. ἡ δὲ διὰ τῆς κοσμήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Athenian Constitution 14.4
Aristotle
ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ’ ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ’ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ’ αὐτοῦText Category: Literature: proseCentury Range: 4th century BCEDate: 328-325Location: Athens -
Assemblywomen 721-724
Aristophanes
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμέναςτὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνονκατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.Text Category: Literature: poetryCentury Range: 4th century BCEDate: 392Location: Athens -
Suppliant Women 246
Aeschylus
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460-469Location: Athens -
Persians 849-850
Aeschylus
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμωνὑπαντιάζειν παιδί μου πειράσομαι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Persians 831-834
Aeschylus
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴςλαβοῦσ᾽ ὑπαντίαζε παιδί.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Eumenides 50-56
Aeschylus
εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμέναςδεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖναὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν:ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματαφέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458Location: Athens -
Agamemnon 1270-1272
Aeschylus
ἐποπτεύσας δέ μεκἀν τοῖσδε κόσμοις καταγελωμένην μέγαφίλων ὑπ᾿ἐχθρῶν οὐ διχορρόπως, μάτηνText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458Location: Athens