Military (Ornamenting)
Item set
- Title
-
Military (Ornamenting)
Items
-
Histories 7.83.2
Herodotus
κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν: σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην: σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 4.180.3-4
Herodotus
πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι, τάδε ποιεῦσι κοινῇ. παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπ᾽ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ. ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι, οὐκ ἔχω εἰπεῖν, δοκέω δ᾽ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς: ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Trojan Women 1207-1208
Euripides
καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτωνΦρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 415Location: Athens -
Iphigenia in Tauris 1222-1225
Euripides
τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένουςκαὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνονμυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσαπρουθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 414-412Location: Athens -
Heracleidae 723-725
Euripides
εἰ δὲ τευχέων φοβῇ βάρος,νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσινκόσμῳ πυκάζου τῷδ᾽: ἐγὼ δ᾽ οἴσω τέως.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 430Location: Athens -
Heracleidae 698-699
Euripides
ἀλλ᾽ εἴσιθ᾽ εἴσω κἀπὸ πασσάλων ἑλὼνἔνεγχ᾽ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 430Location: Athens -
Rhesus 993-996
Euripides
πείθου βασιλεῖ: στείχωμεν ὅπλοιςκοσμησάμενοι καὶ ξυμμαχίᾳτάδε φράζωμεν: τάχα δ᾽ ἂν νίκηνδοίη δαίμων ὁ μεθ᾽ ἡμῶν.Text Category: Literature: poetryCentury Range: 5th century BCELocation: Athens -
Phoenician Women 1359-1363
Euripides
ἐπεὶ δὲ χαλκέοις σῶμ᾽ ἐκοσμήσανθ᾽ ὅπλοιςοἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,ἔστησαν ἐλθόντ᾽ ἐς μέσον μεταίχμιονδισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάταὡς εἰς ἀγῶνα μονομάχου τ᾽ ἀλκὴν δορός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 408Location: Athens -
Phoenician Women 861-864
Euripides
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοιςἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·ἐμοὶ δ’ ἐπέσταλκ’ ἐκμαθεῖν σέθεν πάρα,τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλινText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 408Location: Athens -
Phoenician Women 792-797
Euripides
οὐδ᾽ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλωνἱππείαις ἐπὶ χεύμασι βαίνωνἸσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσαςΣπαρτῶν γένναν,ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,ἀντίπαλον κατὰ λάινα τείχεαχαλκῷ κοσμήσας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 408Location: Athens -
Electra 1000-1003
Euripides
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοιΦρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸςἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσασμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 410-419Location: Athens -
Orations 22.13
Demosthenes
οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 355-354Location: Athens -
Athenian Constitution 14.4
Aristotle
ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ’ ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ’ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ’ αὐτοῦText Category: Literature: proseCentury Range: 4th century BCEDate: 328-325Location: Athens -
Seven Against Thebes 397-399
Aeschylus
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα:λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 467Location: Athens -
Persians 918-921
Aeschylus
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆςκαὶ περσονόμου τιμῆς μεγάλης,κόσμου τ᾽ ἀνδρῶν,οὓς νῦν δαίμων ἐπέκειρεν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 472Location: Athens -
Seven Against Thebes 473-479
Aeschylus
καὶ δὴ πέπεμπται, κόμπον ἐν χεροῖν ἔχων,Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,ὃς οὔ τι μάργων ἱππικῶν φρυαγμάτωνβρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,ἀλλ᾿ ἢ θανὼν τροφεῖα πληρώσει χθονὶἢ καὶ δύ᾿ ἄνδρε καὶ πόλισμ᾿ ἐπ᾿ ἀσπίδοςἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 467Location: Athens -
Against Ctesiphon 3.154
Aeschines
προελθὼν ὁ κῆρυξ καὶ παραστησάμενος τοὺς ὀρφανοὺς ὧν οἱ πατέρες ἦσαν ἐν τῷ πολέμῳ τετελευτηκότες, νεανίσκους πανοπλίᾳ κεκοσμημένουςText Category: Literature: proseCentury Range: 4th century BCEDate: 336Location: Athens -
Chaereas and Callirhoe 6.4.1
Chariton
ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Chaereas and Callirhoe 1.6.3
Chariton
Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοιText Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Oration 2.64.B
Julian
Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοText Category: Literature: proseCentury Range: 4th century CEDate: 357-358 -
Imagines 2.9.31-34
Philostratus the Lemnian
ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.16
Philostratus the Athenian
Ἐπεὶ δ᾿ ἐδείπνησαν, “ἐγὼ” ἦ δ᾿ ὁ Νεῖλος “τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς, οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἡ ἀσπὶς ἡ σή.”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Historiae Romanae 51.22.2
Cassius Dio
ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.19.2
Cassius Dio
τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia