Military (Ornamenting)
Item set
- Title
-
Military (Ornamenting)
Items
-
Indica 38.1
Arrian
μέχρι τοῦδε Καρμανίη: τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι: καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Greek Anthology 6.215
Philippus via Maximus Planudes
συλήσαντες Ὄλυμπον ἴδ᾽ ὡς ὅπλοισιν Ἔρωτεςκοσμοῦντ᾽ ἀθανάτων, σκῦλα φρυασσόμενοι.Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηοςὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,πτηνὰ πέδιλ᾽ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.Text Category: Literature: epigramLocation: Constantinople -
Greek Anthology 9.323
Antipater of Sidon
τίς θέτο μαρμαίροντα βοάγρια; τίς δ᾽ ἀφόρυκταδούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας,ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 9.293
Philippus of Thessalonica
πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτονΞέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ:κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως:οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενονἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶνχἤξω κεἰς ἀΐδην ὡς ΛακεδαιμόνιοςText Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 9.322
Leonidas of Tarentum
παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰνκοσμείτω καὶ τὸν νυμφίδιον θάλαμονἌρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρανηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.Text Category: Literature: epigramCentury Range: 3rd century BCELocation: Tarentum -
Greek Anthology 7.230
Erycius of Cyzicus
ἁνίκ᾽ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχανεἶπε διὰ πλατέων ὠσαμένα λαγόνωνκάτθανε, μηδ᾽ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείναἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.Text Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 6.163
Meleager of Gadara
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳλειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Tyre -
Life of Marcellus 21.1
Plutarch
τὸν δὲ Μάρκελλον ἀνακαλουμένων τῶν Ῥωμαίων ἐπὶ τὸν ἐγχώριον καὶ σύνοικον πόλεμον, ἐπανερχόμενος τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἐν Συρακούσαις ἐκίνησεν ἀναθημάτων, ὡς αὐτῷ τε πρὸς τὸν θρίαμβον ὄψις εἴη καὶ τῇ πόλει κόσμος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Marcellus 8.2
Plutarch
ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾁδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Lucullus 29.7
Plutarch
τούτων οὐκ ἠμνημόνησεν ὁ Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Dion 23.3
Plutarch
ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δ᾽ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Crassus 17.4
Plutarch
ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δ᾽ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Coriolanus 39.5
Plutarch
ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην, ἐδήλωσαν αὐτίκα συνδραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες ὡς ἀριστέως καὶ στρατηγοῦ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Brutus 40.6
Plutarch
καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Aemilius Paullus 30.1
Plutarch
κἀκεῖθεν εἰς Ἰταλίαν μετὰ τῶν δυνάμεων περαιωθείς ἀνέπλει τὸν Θύβριν ποταμὸν ἐπὶ τῆς βασιλικῆς ἑκκαιδεκήρους κατεσκευασμένης εἰς κόσμον ὅπλοις αἰχμαλώτοις καὶ φοινικίσι καὶ πορφύραιςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Antony 65.3
Plutarch
διὸ καὶ τοῖς ἐμβόλοις τὸν τόπον κοσμῶν ὕστερον ἔστησε χαλκοῦν ὄνον καὶ ἄνθρωπον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Antony 61.1
Plutarch
συνιόντων δὲ πρὸς τὸν πόλεμον Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δ᾽ ἱππεῖς ἐπὶ μυρίοις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 27.6
Plutarch
τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Syrian Wars 33
Appian
ἑκάτερος δ’ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 20.133
Appian
ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς ῬώμηνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Against Apion 1.139
Flavius Josephus
ἀποδεῖξαι, αὐτὸς δὲ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἑτέραν ἔξωθεν προσχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν πόλιν κατασκευάζειν, περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δὲ τῆς ἔξω, τούτων δὲ τοὺς μὲν ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς πλίνθου.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Geography 6.4.2
Strabo
νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπ᾽ αὐτῶν τὴν πατρίδα.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.2.10
Strabo
συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται. εἰσὶ δ᾽ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δὲ ἡ Λιπάρα Κνιδίων ἄποικος ἐγγυτάτω τῆς Σικελίας κειμένη μετά γε τὴν Θέρμεσσαν: ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς: ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους ἃς Αἰόλου τινὲς προσαγορεύουσι. καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων: ἔχει δὲ καὶ τὴν γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Alcibiades 32.1
Plutarch
ὁ δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Description of Greece 10.19.4
Pausanias
τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν <ὁ> ἐργασάμενος· χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ ΕὐκάδμουText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece