Arms and Armour

Item set

Items

Advanced search
  • De vitando aere alieno 1

    Plutarch
    καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Cicero

    Rome
    Latin

    Text Category: Literature: prose
    Century Range: 1st century BCE

  • Epitoma historiarum Philippicarum Pompei Trogi 19.3.2

    Justin
    Ipse quoque manus ad caelum tendens nunc sortem suam, nunc publicam fortunam deflet; nunc deos accusat, qui tanta belli decora et tot ornamenta victoriarum, quae ipsi dederant, abstulerint; qui captis tot urbibus totiens que hostibus terrestri navali que proelio victis exercitum victorem non bello, sed peste deleverint.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Epitoma historiarum Philippicarum Pompei Trogi 14.4.2

    Justin
    'Cernitis, milites' inquit, 'habitum atque ornamenta ducis vestri, quae mihi non hostium quisquam inposuit; nam hoc etiam solacio foret.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Epitoma historiarum Philippicarum Pompei Trogi 12.7.5

    Justin
    Cui gloriae ut etiam exercitus ornamenta convenirent, phaleras equorum et arma militum argento inducit exercitum que suum ab argenteis clipeis Argyraspidas appellavit.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Epitoma historiarum Philippicarum Pompei Trogi 11.13.11

    Justin
    Hortatur, spernant illam aciem auro et argento fulgentem, in qua plus praedae quam periculi sit, cum victoria non ornamentorum decore, sed ferri virtute quaeratur.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Testimonia 2.16

    Gorgias
    αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλίσῃ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εἰ θεάσηται ἡ ὄψις, ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 1b line 451

    Ctesias
    προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 26 line 30

    Ctesias
    κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Indica, Fragment 35 line 62

    Megasthenes
    τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖσι ποιέουσι, καὶ τοὺς ἵππους ἄλλοι παρέχουσι, καὶ διακονέουσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖσι θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 35 line 102

    Megasthenes
    Καὶ γὰρ Ἀλέξανδρος ὁ Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μόνους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε· καταντήσας γὰρ ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως, καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύθετο τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πολεμικῶς κεκοσμημένους, ἀπέγνω τὴν ἐπ´ αὐτοὺς στρατείαν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. Abderita, Fragmenta, Fragment 25 line 645

    Hecataeus of Abdera
    καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist, Fragmenta Fragment 64 line 5

    Duris of Samos
    πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Hist. et. Astrol. Fragment 14b line 30

    Berosus
    αὐτὸς δὲ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως

    Text Category: Literature: prose
    Century Range: 3rd century BCE

  • Orations 3.243

    Aelius Aristides
    καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδ᾽ ὑπεχώρησεν οὔτε πόλει οὔτ᾽ ἀνθρώπων οὐδενὶ, ἀλλ᾽ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλ᾽ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δ᾽ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 145-147

  • Orations 25.9

    Aelius Aristides
    οἱ δ᾽ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 37.9

    Aelius Aristides
    οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρ᾽ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Orations 11.18

    Aelius Aristides
    εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ᾽ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ᾽ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Leuctra

  • Orations 37.3, 5

    Aelius Aristides
    ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός... καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι᾽ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Histories 39.6.1

    Polybius
    Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 30.25.8

    Polybius
    οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 6.53.1

    Polybius
    ὅταν γὰρ μεταλλάξῃ τις παρ᾽ αὐτοῖς τῶν ἐπιφανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομίζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, σπανίως δὲ κατακεκλιμένος.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 6.23.12-13

    Polybius
    ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτερίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς τρισίν, ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δ’ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 3.49.11-12

    Polybius
    οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Philoctetes 1063-1064

    Sophocles
    οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 409
    Location: Athens