Cultic (Ornamenting)

Item set

Items

Advanced search
  • Geography 14.1.5

    Strabo
    ὕστερον δ᾽ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος: κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές: ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν: ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος: κεκόσμηται δ᾽ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα: ἐντεῦθεν δ᾽ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦς

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 13.1.26

    Strabo
    τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον: ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.8.16

    Strabo
     Λαοδίκεια μικρὰ πρότερον οὖσα αὔξησιν ἔλαβεν ἐφ᾽ ἡμῶν καὶ τῶν ἡμετέρων πατέρων, καίτοι κακωθεῖσα ἐκ πολιορκίας ἐπὶ Μιθριδάτου τοῦ Εὐπάτορος: ἀλλ᾽ ἡ τῆς χώρας ἀρετὴ καὶ τῶν πολιτῶν τινες εὐτυχήσαντες μεγάλην ἐποίησαν αὐτήν, Ἱέρων μὲν πρότερον, ὃς πλειόνων ἢ δισχιλίων ταλάντων κληρονομίαν κατέλιπε τῷ δήμῳ πολλοῖς τ᾽ ἀναθήμασιν ἐκόσμησε τὴν πόλιν, Ζήνων δὲ ὁ ῥήτωρ ὕστερον καὶ ὁ υἱὸς αὐτοῦ Πολέμων, ὃς καὶ βασιλείας ἠξιώθη διὰ τὰς ἀνδραγαθίας ὑπ᾽ Ἀντωνίου μὲν πρότερον ὑπὸ Καίσαρος δὲ τοῦ Σεβαστοῦ μετὰ ταῦτα

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.3.14

    Strabo
    ὁ δ᾽ Εὐπάτωρ ἐκόσμησεν ἱεροῖς καὶ προσέκτισε μέρος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 8.3.30

    Strabo
    ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Description of Greece 9.2.7

    Pausanias
    Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τε καὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 8.42.6

    Pausanias
    Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε, νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς. καί σ’ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην, εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 7.16.8

    Pausanias
    ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρ’ Ἀττάλου στρατηγῷ δίδωσι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.11.1

    Pausanias
    ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.5.5

    Pausanias
    ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • On the Judaean War 7.428

    Flavius Josephus
    τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 7.159

    Flavius Josephus
    τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.241

    Flavius Josephus
    ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι φήσας ἀντὶ τῶν ἀνδρῶν ἀμυνεῖσθαι τὰ ἄψυχα οὐδὲ καταφλέξειν ποτὲ τηλικοῦτον ἔργον· Ῥωμαίων γὰρ ἔσεσθαι τὴν βλάβην, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας αὐτοῦ μένοντος

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.563

    Flavius Josephus
    οἱ μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν ἀεί, τότε δὲ ὁ Ἰουδαῖος καὶ τὰ τῶν ἀλλοφύλων κατέσπα.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 3.514

    Flavius Josephus
    τοῦ μὲν οὖν Πανείου τὸ φυσικὸν κάλλος ὑπὸ τῆς βασιλικῆς προσεξήσκηται πολυτελείας τῷ Ἀγρίππα πλούτῳ κεκοσμημένον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.321

    Flavius Josephus
    Ἔνθα δὴ πᾶς μὲν ἱερεὺς πᾶς δ’ ὑπηρέτης τοῦ θεοῦ τὰ ἅγια σκεύη προκομίσαντες καὶ τὸν κόσμον, ἐν ᾧ λειτουργεῖν ἔθος ἦν αὐτοῖς, ἀναλαβόντες κιθαρισταί τε καὶ ὑμνῳδοὶ μετὰ τῶν ὀργάνων προσέπιπτον καὶ κατηντιβόλουν φυλάξαι τὸν ἱερὸν κόσμον αὐτοῖς καὶ μὴ πρὸς ἁρπαγὴν τῶν θείων κειμηλίων Ῥωμαίους ἐρεθίσαι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.73

    Flavius Josephus
    ὡς δ᾽ ὁ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατείας ἦλθεν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατ᾽ ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν ὡς ἐνῆν μάλιστα κεκοσμημένον προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 17.162

    Flavius Josephus
    καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 16.148-149

    Flavius Josephus
    Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ’ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ’ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.364

    Flavius Josephus
    σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ᾽ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ᾽ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.298

    Flavius Josephus
    ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.90

    Flavius Josephus
    χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.51

    Flavius Josephus
    τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.76

    Flavius Josephus
    αὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome