Cultic (Ornamenting)

Item set

Items

Advanced search
  • Antiquities of the Jews 9.93

    Flavius Josephus
    τὴν δ᾽ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ᾽ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετ᾽ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.95

    Flavius Josephus
    Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.149

    Flavius Josephus
    ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Daphnis and Chloe 4.39.2

    Longus
    Ἀλλὰ καὶ ἄρρεν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον οἰὸς ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην, καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος: καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Lesbos

  • Library 17.52.3

    Diodorus Siculus
    ἀπὸ γὰρ πύλης ἐπὶ πύλην διήκουσα τεσσαράκοντα μὲν σταδίων ἔχει τὸ μῆκος, πλέθρου δὲ τὸ πλάτος, οἰκιῶν δὲ καὶ ἱερῶν πολυτελέσι κατασκευαῖς πᾶσα κεκόσμηται.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 13.34.5

    Diodorus Siculus
    αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.33.3

    Diodorus Siculus
    ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Schwenk, Athens 21

    Unknown
    ποήσασθαι δὲ] κ̣α̣ὶ τῶ[ι] Διονύσωι κόσμον [ἑκάστου το]ῦ ἐνιαυτοῦ ἐν τῆι τετραετίαι ἐκ [τῶν ἱερῶν χρημάτων ․․․․11․․․․․]σ̣αι τῆ̣ι Ἀθηνᾶι τῆι̣ Ἰ̣τωνη- [ι τοὺς κόσ]μ̣ους ἐκ τῆς ἀπαρχῆς τῆς ἀπὸ τῶν τε[μενῶν... εἰ λῶον καὶ ἄμεινον [τ]ῶι δήμωι τῶι Ἀθηναίων [ποησαμένωι τοὺς κόσμους ἱ]ε̣[ρ]οὺς τῆι Ἀρτέ[μιδι] [μείζου]ς καὶ καλλίους ἢ ἐῶντι ὥσπερ νῦν ἔχει

    Text Category: Inscription
    Century Range: 4th century BCE
    Date: 335-334
    Location: Athens: Acropolis

  • Prose sur pierre 14

    Unknown
    ὁ βασιλεὺς εἰς τὰ ἱερὰ καὶ θύσας ἀνέθηκεν προσόδους αὐτοῖς χωρὶς τῶν προανακει- μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 217
    Location: Egypt: Patoumos

  • De Thèbes à Syène 241

    Unknown
    καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣ [πανηγύρεσιν

    Text Category: Inscription
    Century Range: 2nd century BCE
    Date: 196
    Location: Egypt: Elephantine Island

  • SEG 35:1528

    Unknown
    ἐπὶ τοῦ ε[ὐλ]αβεστάτου ἐπισκόπου Μαρκέλ- λου ἐν ἡμ[έρα]ις Παλλαδίου καὶ Εὐσεβίου τῶν τιμιωτάτων πρεσβυτέρων ἡ ἐκλησία {²sic}² [σ]ὺν τῷ φωτιστηρίῳ καὶ τοῦ μαρτυρίου μετὰ πάσης ἐπικοσμήσεως ἐκ θεμελίων ἐκτίσθησαν σπουδῇ Εὐφρασίου διακόνου καὶ οἰκονόμου καὶ τῶν λοιπῶν διακόνων.

    Text Category: Inscription
    Location: Syria

  • TAM II 799

    Zosimos son of Eutyches
    Ζώ<σ>ιμ̣ο<ς> Εὐτυ<χ>έου<ς> Ν̣ομίῳ <υ>ἱῷ <Ἀ>ρ<υ>[καν]δεὺς τύμβον ἑαῖς παλάμαις <χ>ῶ<σε?> καθο<ι>[χ]<ο>μέν[ῳ], οὐρ̣α<νί>ο<ις ὃς> πατρίδ’ <ἑὴν κ>όσ<μησε> πόνο<ισ>ιν <ν>αοδόμο<υ> τέχν̣[ης] ἐργ̣<ασί>ας τελέσας. πρῶτο<ν> Ἀθ<η>[ναίης ἅγι]ο̣[ν] <ν>αὸ̣[ν περί]σημ[ον] [σ]τ̣ῆ<σε> χαρι[ζόμενος τ]ῇδε πάτρῃ δαπάνας

    Text Category: Inscription: epitaph
    Century Range: 2nd century CE
    Location: Lycia: Arykanda

  • Sterrett WE 300,421

    Unknown
    [θεοῖς Σεβ]αστοῖς καὶ Διὶ [Μεγίσ]τῳ Σαράπιδι καὶ τῇ πατρίδι Ἀ[ντίοχος Τλαμόου φιλόπατρις], [ἀρχιερεὺς τῶν Σε]βαστῶν τὸ βʹ, κτίσ[της, υἱὸς π]όλεως καὶ Ἄννα Ὅπλωνος, ἡ γυνὴ αὐτο[ῦ, ἀρχιέρεια καὶ] [Τλαμόας καὶ Ἀντίοχος, φιλοπάτριδες, κτίσται κα]ὶ υἱοὶ πόλεως, τὸν ναὸν κα[ὶ τὰ ἀγάλμα]τα, σὺν ταῖς περικειμέναις στοαῖς καὶ ἐργασ[τ]ηρίο<ι>ς, καὶ [παντὶ κόσμῳ, καθιερώσαντες ἀνέθηκαν].

    Text Category: Inscription
    Century Range: imperial period
    Location: Pisidia: Adada

  • MAMA VI 264

    Unknown
    τὸν κατασκευασθέ[ν]τ̣α ο[ἶ]κον ὑπ̣ὸ̣ Ἰουλίας Σεουήρας ❦ Π̣. ❦ Τυρρώνιος Κλά- δος ὁ διὰ βίου ἀρχισυνάγωγος καὶ Λούκιος Λουκίου ἀρχισυνάγωγος ❦ καὶ Ποπίλιος Ζωτικὸς ἄρχων ἐπεσ- κεύασαν ἔκ τε τῶν ἰδίων καὶ τῶν συν- καταθεμένων καὶ ἔγραψαν τοὺς τοί- χους καὶ τὴν ὀροφὴν καὶ ἐποίησαν τὴν τῶν θυρίδων ἀσφάλειαν καὶ τὸν [λυ]πὸν πάντα κόσμον

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 100
    Location: Phrygia: Akmonia

  • MAMA IX 37

    Unknown
    ἄνδρα τε [κα]- [λὸν] καὶ ἀγαθόν, καὶ ἀνα- θέντα ἐκ τ[ῶ]ν ἰδίων τῷ πατρίῳ Διὶ [τ]ὸ ἔμπυρον σὺν ἅπαντι τῷ περὶ αὐ- τὸ κόσμῳ.

    Text Category: Inscription
    Century Range: 1st century CE
    Location: Phrygia: Aizanoi

  • Bosch, Quellen Ankara 393,330

    Kyrillos Ioustou
    Κύριλλος Ἰού- στου τὸ ἡρῷ- ον καὶ τὸν ἐ- ν αὐτῷ καὶ περὶ αὐτὸ κό- σμον ἑαυτῷ καὶ γυναικὶ Οὐ- ιβίᾳ Τεκούσῃ καὶ τοῖς ἑαυτοῦ τέκνοις

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Location: Galatia: Ankyra

  • Marek, Kat. Amastris 95

    Unknown
    ὁ γενεάρχης καὶ προστάτης καὶ κτίστης καὶ τρο- φεὺς καὶ ἀρχιερεὺς τοῦ Πόντου, ἄρξας τὴν μεγί- στην ἀρχὴν τῆς λαμπροτάτης Ἀμαστριανῶν πόλεως, Βειθυνιάρχης καὶ Ποντάρχης τειμη- θεὶς ὑπὸ θεοῦ Ἀντωνείνου, πάσαις ταῖς τῆς πολειτείας τειμαῖς διαπρέψας, κατασκευάσας τὸν ναὸν μετὰ παντὸς τοῦ κόσμου

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 209
    Location: Paphlagonia: Amastris

  • IvP II 290

    Unknown
    Διαδουμενὸς #⁵⁶ Αὔλου Ἰουλίου Κουαδράτου ❦ ὑπὲ[ρ τοῦ πάτρωνος Ἀπόλλωνι Πυθίωι(?)]        καὶ [Ἀσ]κ̣ληπιῶι σωτῆρι τὸν ναὸν σὺ[ν τῶι κόσμωι ἀνέθηκεν].

    Text Category: Inscription
    Century Range: 1st century CE
    Location: Mysia: Pergamon

  • IMT Kyz Kapu Dağ 1439

    The demos
    δεδόχθαι τῶι δήμωι ἐπῃνῆσθαι μὲν τοὺς βασιλεῖς Ῥοιμητάλκην καὶ Πο- λέμωνα καὶ Κότυν καὶ τὴν μητέρα αὐτῶν Τρύφαινα, ὑπὸ δὲ τὴν εἴσοδον αὐτῶν τοὺς μὲν ἱερεῖς καὶ τὰς ἱερείας, ἀνοί- ξαντας τὰ τεμένη καὶ προσκοσμήσαντας τὰ ξόανα τῶν θεῶν, εὔξασθαι μὲν ὑπὲρ τῆς Γαίου Καίσαρος αἰωνίου δια- μονῆς καὶ τῆς τούτων σωτηρίας·

    Text Category: Inscription
    Century Range: 1st century CE
    Date: 37
    Location: Mysia: Kyzikos

  • IMT Kyz Kapu Dag 1432

    priestesses
    ἐπεὶ Ἀρίστανδρος ὁ Ἀπολλοφάνου φησὶν τὰς συντελούσας τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ… αἱ συντελοῦ- σαι τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Location: Mysia: Kyzikos

  • TAM V,2 1352

    Unknown
    ἐπεὶ καὶ τὸν ναὸν ἐκ τῶν ἰδίων κατασκευάσας ἐκ βυθῶν σὺν τῷ παν- τὶ κόσμῳ τῇ θεῷ καθειέρωσεν

    Text Category: Inscription
    Location: Lydia: Magnesia-on-Sipylos: Sanctuary of Meter Plastene (Cybele)

  • Ephesos 1239

    Unknown
    οὗτος ἰδίῳ ἀναλώματι διὰ τοῦ πατρὸς τὰ ἀγάλματα τῶν θεῶν καὶ τὸν βωμὸν κα- τεσκεύασεν καὶ τὸ Μουσεῖον ἐκόσμησεν καὶ τῇ βουλῇ κα- θιέρωσεν

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 117-161
    Location: Ionia: Ephesos

  • Ephesos 228

    Proconsul Paullus Fabius Persicus
    [πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ] συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας ὅλης ἐστὶν κόσμος καὶ {ὃ} διὰ τὸ τοῦ ἔργου μέγεθος καὶ διὰ τὴν τοῦ περὶ τὴν θεὸν σεβασμοῦ ἀρχαιότ<η>τ<α> καὶ διὰ τὴν τῶν προσόδων ἀφθονίαν τῶν ὑπὸ τοῦ Σεβαστοῦ ἀποκατασταθεισῶν τῇ θεᾷ, στέρεται τῶν ἰδίων χρημάτων, ἃ καὶ εἰς ἐπιμέλειαν καὶ εἰς κόσμον τῶν ἀναθημάτων ἐξαρκεῖν ἐδύ<νατο>

    Text Category: Inscription: edict
    Century Range: 1st century CE
    Date: 44
    Location: Ionia: Ephesos: Agora

  • Ephesos 111

    Unknown
    τό τε πρυτανεῖον ἐξ εἱκανῶν ἀμεληθὲν χρόνων ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως Ἀπόλλωνα

    Text Category: Inscription: decree
    Century Range: 2nd century CE
    Date: 105-120
    Location: Ionia: Ephesos

  • Priene 118

    Unknown
    μέ̣νωγ καὶ τραπεζῶν τῶγ κοσμουμένων [— τεταρ]- τῆ, ἀπὸ δὲ τῶν τραπεζ̣ῶν ὧν ἂν δ̣ῆμ̣[ος κοσμῆι δεδόσθω] [τ]οῖς κατεχομένοις ὑπὸ τοῦ θεοῦ·

    Text Category: Inscription
    Century Range: 2nd century BCE
    Date: 200
    Location: Ionia: Priene