Object
Item set
- Title
-
Object
Items
-
Description of Greece 7.16.8
Pausanias
ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρ’ Ἀττάλου στρατηγῷ δίδωσιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 1.5.5
Pausanias
ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
On the Judaean War 7.428
Flavius Josephus
τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 7.159
Flavius Josephus
τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησενText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 5.563
Flavius Josephus
οἱ μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν ἀεί, τότε δὲ ὁ Ἰουδαῖος καὶ τὰ τῶν ἀλλοφύλων κατέσπα.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 2.321
Flavius Josephus
Ἔνθα δὴ πᾶς μὲν ἱερεὺς πᾶς δ’ ὑπηρέτης τοῦ θεοῦ τὰ ἅγια σκεύη προκομίσαντες καὶ τὸν κόσμον, ἐν ᾧ λειτουργεῖν ἔθος ἦν αὐτοῖς, ἀναλαβόντες κιθαρισταί τε καὶ ὑμνῳδοὶ μετὰ τῶν ὀργάνων προσέπιπτον καὶ κατηντιβόλουν φυλάξαι τὸν ἱερὸν κόσμον αὐτοῖς καὶ μὴ πρὸς ἁρπαγὴν τῶν θείων κειμηλίων Ῥωμαίους ἐρεθίσαι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.73
Flavius Josephus
ὡς δ᾽ ὁ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατείας ἦλθεν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατ᾽ ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν ὡς ἐνῆν μάλιστα κεκοσμημένον προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.162
Flavius Josephus
καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοιςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.298
Flavius Josephus
ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.90
Flavius Josephus
χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.51
Flavius Josephus
τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 12.249
Flavius Josephus
ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναιText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 3.149
Flavius Josephus
ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερήςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Library 13.34.5
Diodorus Siculus
αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.33.3
Diodorus Siculus
ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Schwenk, Athens 21
Unknown
ποήσασθαι δὲ] κ̣α̣ὶ τῶ[ι] Διονύσωι κόσμον[ἑκάστου το]ῦ ἐνιαυτοῦ ἐν τῆι τετραετίαι ἐκ [τῶν ἱερῶν χρημάτων ․․․․11․․․․․]σ̣αι τῆ̣ι Ἀθηνᾶι τῆι̣ Ἰ̣τωνη-[ι τοὺς κόσ]μ̣ους ἐκ τῆς ἀπαρχῆς τῆς ἀπὸ τῶν τε[μενῶν... εἰ λῶον καὶ ἄμεινον [τ]ῶι δήμωι τῶι Ἀθηναίων [ποησαμένωι τοὺς κόσμους ἱ]ε̣[ρ]οὺς τῆι Ἀρτέ[μιδι][μείζου]ς καὶ καλλίους ἢ ἐῶντι ὥσπερ νῦν ἔχειText Category: InscriptionCentury Range: 4th century BCEDate: 335-334Location: Athens: Acropolis -
Prose sur pierre 14
Unknown
ὁ βασιλεὺς εἰς τὰ ἱερὰκαὶ θύσας ἀνέθηκεν προσόδουςαὐτοῖς χωρὶς τῶν προανακει-μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,Text Category: InscriptionCentury Range: 3rd century BCEDate: 217Location: Egypt: Patoumos -
De Thèbes à Syène 241
Unknown
καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣[πανηγύρεσινText Category: InscriptionCentury Range: 2nd century BCEDate: 196Location: Egypt: Elephantine Island -
Sterrett WE 300,421
Unknown
[θεοῖς Σεβ]αστοῖς καὶ Διὶ [Μεγίσ]τῳ Σαράπιδι καὶ τῇ πατρίδι Ἀ[ντίοχος Τλαμόου φιλόπατρις],[ἀρχιερεὺς τῶν Σε]βαστῶν τὸ βʹ, κτίσ[της, υἱὸς π]όλεως καὶ Ἄννα Ὅπλωνος, ἡ γυνὴ αὐτο[ῦ, ἀρχιέρεια καὶ][Τλαμόας καὶ Ἀντίοχος, φιλοπάτριδες, κτίσται κα]ὶ υἱοὶ πόλεως, τὸν ναὸνκα[ὶ τὰ ἀγάλμα]τα, σὺν ταῖς περικειμέναις στοαῖς καὶ ἐργασ[τ]ηρίο<ι>ς, καὶ [παντὶ κόσμῳ, καθιερώσαντες ἀνέθηκαν].Text Category: InscriptionCentury Range: imperial periodLocation: Pisidia: Adada -
MAMA VI 264
Unknown
τὸν κατασκευασθέ[ν]τ̣α ο[ἶ]κον ὑπ̣ὸ̣Ἰουλίας Σεουήρας ❦ Π̣. ❦ Τυρρώνιος Κλά-δος ὁ διὰ βίου ἀρχισυνάγωγος καὶΛούκιος Λουκίου ἀρχισυνάγωγος ❦καὶ Ποπίλιος Ζωτικὸς ἄρχων ἐπεσ-κεύασαν ἔκ τε τῶν ἰδίων καὶ τῶν συν-καταθεμένων καὶ ἔγραψαν τοὺς τοί-χους καὶ τὴν ὀροφὴν καὶ ἐποίησαντὴν τῶν θυρίδων ἀσφάλειαν καὶ τὸν[λυ]πὸν πάντα κόσμονText Category: InscriptionCentury Range: 2nd century CEDate: 100Location: Phrygia: Akmonia -
MAMA IX 37
Unknown
ἄνδρα τε [κα]-[λὸν] καὶ ἀγαθόν, καὶ ἀνα-θέντα ἐκ τ[ῶ]ν ἰδίων τῷ πατρίῳ Διὶ [τ]ὸ ἔμπυρονσὺν ἅπαντι τῷ περὶ αὐ-τὸ κόσμῳ.Text Category: InscriptionCentury Range: 1st century CELocation: Phrygia: Aizanoi -
Marek, Kat. Amastris 95
Unknown
ὁ γενεάρχης καὶ προστάτης καὶ κτίστης καὶ τρο-φεὺς καὶ ἀρχιερεὺς τοῦ Πόντου, ἄρξας τὴν μεγί-στην ἀρχὴν τῆς λαμπροτάτης Ἀμαστριανῶν πόλεως, Βειθυνιάρχης καὶ Ποντάρχης τειμη-θεὶς ὑπὸ θεοῦ Ἀντωνείνου, πάσαις ταῖς τῆςπολειτείας τειμαῖς διαπρέψας, κατασκευάσαςτὸν ναὸν μετὰ παντὸς τοῦ κόσμουText Category: Inscription: dedicationCentury Range: 3rd century CEDate: 209Location: Paphlagonia: Amastris -
IvP II 290
Unknown
Διαδουμενὸς #⁵⁶ Αὔλου Ἰουλίου Κουαδράτου ❦ ὑπὲ[ρ τοῦ πάτρωνος Ἀπόλλωνι Πυθίωι(?)] καὶ [Ἀσ]κ̣ληπιῶι σωτῆρι τὸν ναὸν σὺ[ν τῶι κόσμωι ἀνέθηκεν].Text Category: InscriptionCentury Range: 1st century CELocation: Mysia: Pergamon -
IMT Kyz Kapu Dağ 1439
The demos
δεδόχθαι τῶι δήμωι ἐπῃνῆσθαι μὲν τοὺς βασιλεῖς Ῥοιμητάλκην καὶ Πο-λέμωνα καὶ Κότυν καὶ τὴν μητέρα αὐτῶν Τρύφαινα, ὑπὸ δὲ τὴν εἴσοδον αὐτῶν τοὺς μὲν ἱερεῖς καὶ τὰς ἱερείας, ἀνοί- ξαντας τὰ τεμένη καὶ προσκοσμήσαντας τὰ ξόανα τῶν θεῶν, εὔξασθαι μὲν ὑπὲρ τῆς Γαίου Καίσαρος αἰωνίου δια-μονῆς καὶ τῆς τούτων σωτηρίας·Text Category: InscriptionCentury Range: 1st century CEDate: 37Location: Mysia: Kyzikos -
IMT Kyz Kapu Dag 1432
priestesses
ἐπεὶ Ἀρίστανδροςὁ Ἀπολλοφάνου φησὶν τὰς συντελούσας τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ… αἱ συντελοῦ- σαι τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ ΠλακιανῇText Category: InscriptionCentury Range: 1st century BCELocation: Mysia: Kyzikos