Public Space

Item set

Items

Advanced search
  • IG XII,3 325

    Unknown
    ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ 30 ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶν τοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶ τὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα- φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον- το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲν ἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶ μηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη- μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν- ο[ρθ]ῶ[ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλα καταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶ ὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆς πόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλει σῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ- [νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ- [νο]υς [Κλαυδιανοῦ]·

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 149
    Location: Thera

  • In Verrem, 2.2.86 (35)

    Cicero
    Etenim ut simul Africani quoque humanitatem et aequitatem cognoscatis, oppidum Himeram Carthaginienses quondam ceperant, quod fuerat in primis Siciliae clarum et ornatum.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • P.Harrauer 36

    senate of Heromopolis
    ἡ πολιτικὴ ἀγορὰ καὶ [πρὸς κό-] σμον τῆς πόλε̣ω̣ς̣ ἄρισ[τον οἰκοδό-] μημα καὶ πρὸς ὠ̣φ̣[έλειαν οὐκ ὀ-] λίγα συμβάλλετ[αι] π̣ρ̣ο̣[σόδους παρέχου(?)-] σα ἀπὸ τῶν μισθουμ̣[ένων ̣ ̣ ̣ ̣ ̣ ̣]

    Text Category: Papyrus
    Century Range: 3rd century CE
    Date: 269-270
    Location: Hermopolis

  • Orations 25.5

    Aelius Aristides
    τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 17.20

    Aelius Aristides
    ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 17.10, 12, 20

    Aelius Aristides
    κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 26.93

    Aelius Aristides
    πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.81

    Aelius Aristides
    ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Peloponnesian War 6.54.5

    Thucydides
    καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν αὐτῶν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ ἔθυον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 431-400
    Location: Athens

  • Comparison of Pericules and Fabius Maximus 13.5

    Plutarch
    ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλ᾽ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Pericles 12.4

    Plutarch
    δεῖ δὲ τῆς πόλεως κατεσκευασμένης ἱκανῶς τοῖς ἀναγκαίοις πρὸς τὸν πόλεμον, εἰς ταῦτα τὴν εὐπορίαν τρέπειν αὐτῆς ἀφ᾽ ὧν δόξα μὲν γενομένων ἀΐδιος, εὐπορία δὲ γινομένων ἑτοίμη παρέσται, παντοδαπῆς ἐργασίας φανείσης καὶ ποικίλων χρειῶν, αἳ πᾶσαν μὲν τέχνην ἐγείρουσαι, πᾶσαν δὲ χεῖρα κινοῦσαι, σχεδὸν ὅλην ποιοῦσιν ἔμμισθον τὴν πόλιν, ἐξ αὑτῆς ἅμα κοσμουμένην καὶ τρεφομένην.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Geography 12.3.11

    Strabo
    ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πόλεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυκνοῖς, πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δ᾽ ἡ πόλις τετείχισται καλῶς, καὶ γυμνασίῳ δὲ καὶ ἀγορᾷ καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω, πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος, ὕστερον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐντὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη: ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ τοῦ βασιλέως φρούραρχος Βακχίδης ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν, ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω μήτ᾽ ἀμύνασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβάσεις. ἑάλωσαν δ᾽ οὖν: καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος, τὴν δὲ τοῦ Βιλλάρου σφαῖραν ἦρε καὶ τὸν Αὐτόλυκον, Σθένιδος ἔργον, ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς θεόν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Antiquities of the Jews 14.76

    Flavius Josephus
    αὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Ephesos 1302

    Unknown
    ιβ(έριον) Κλαύδιον Σεκοῦνδον βιάτορα τριβουνί-κιον, ἀκκῆνσον οὐ- ηλᾶτον, λείκτορα κουριᾶτον, φιλεφέσι[ον,] [κ]αὶ ἄλλοις ἐπισήμοις [ἔργ]οις κοσμήσαντα[τὴν Ἐφε]σίων πόλιν [καὶ τὸν] οἶκον καὶ τὴν[ἄγουσαν ἀ]π’ οἴκου στο-[ὰν ἱδρύσαν]τα καὶ σκου-[τλώσαντα

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 100
    Location: Ionia: Ephesos

  • IK Estremo oriente 394

    Unknown
    Ἀντίοχ[ος δε ὁ υἱὸς αὐτῆς] συμφιλοτιμῶν τῆι τοῦ πατρὸς Σ[ε]λεύ[κου περὶ τὸ ἱε]- ρὸν [π]ροαιρέ[σ]ει οἰκοδομήσειν ἐπηγγ[είλατο στοὰν στα]- διαίαν τῶι θεῶι, ἵνα προσό[δων ἀπ’ αὐτῆς γινομένων ἐπι]- κοσμῆται τὸ ιερόν

    Text Category: Inscription: decree
    Century Range: 3rd century BCE
    Date: 299-298
    Location: Ionia: Miletos: Didyma: Temple of Artemis

  • IG XII,3 325

    Unknown
    πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον- το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 149
    Location: Thera

  • De vita Caesarum 1: Julius, 28.1

    Suetonius
    superque Italiae Galliarumque et Hispaniarum, Asiae quoque et Graeciae potentissimas urbes praecipuis operibus exornans;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Annales, 1.9

    Tacitus
    … urbem ipsam magnifico ornatu ...

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Divi Claudii apocolocyntosis, 10

    Seneca the Younger
    Ideo legibus urbem fundavi, operibus ornavit ...

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • In Verrem, 2.2.86 (35)

    Cicero
    hi se patrum fortunam ac dignitatem recuperare arbitrabantur cum illa maiorum ornamenta in eorum oppido collocabantur.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • De lege agraria, 2.76 (28)

    Cicero
    At enim ager Campanus hac lege dividetur orbi terrae pulcherrimus, et Capuam colonia deducetur, urbem amplissimam atque ornatissimam

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Ab urbe condita, 44.7.3

    Livy
    Ipse urbem ingressus, sicut non magnam, ita exornatam publicis locis et multitudine statuarum munitamque egregie, vix satis credere in tantis rebus sine causa relictis non aliquem subesse dolum.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome