Textile

Item set

Items

Advanced search
  • Civil Wars 4.12.94

    Appian
    καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ’ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 1.12.105

    Appian
    γίνεται δ᾽ εὐθὺς ἐν ἄστει στάσις ἐπ᾽ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δ᾽ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο: ἄλλο τε πλῆθος, ὅσον ἐπ᾽ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δ᾽ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.116

    Appian
    καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Geography 8.3.30

    Strabo
    ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 3.4.17

    Strabo
    τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος: ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον: ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατ᾽ ὀλίγον: ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστ᾽ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον: τὰς δ᾽ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Alcibiades 34.1

    Plutarch
    δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alcibiades 12.1

    Plutarch
    τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • On the Judaean War 7.159

    Flavius Josephus
    τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.390-392

    Flavius Josephus
    συλληφθεὶς δὲ καὶ ὁ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, ἃ πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, ἃ συμμίσγοντες ἐθυμίων ὁσημέραι τῷ θεῷ. παρεδόθη δὲ ὑπ’ αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῷ βίᾳ ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.671

    Flavius Josephus
    παρέλιπεν δ’ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ· κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δ’ ἐπ’ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δ’ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 17.196

    Flavius Josephus
    Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ. ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον. περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη ἢ προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετ’ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.394

    Flavius Josephus
    θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.173

    Flavius Josephus
    ὁ δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ’ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.107-108

    Flavius Josephus
    ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.46

    Flavius Josephus
    καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ’ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.20

    Flavius Josephus
    ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 8.185

    Flavius Josephus
    ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθ’ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.179

    Flavius Josephus
    καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.159

    Flavius Josephus
    Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δ᾽ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δ᾽ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου:

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.57-58

    Flavius Josephus
    πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. φρονήματός τε ὑπεπλήσθησαν ἐπ’ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Tetrabiblos 4.4

    Claudius Ptolemy
     ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξειςἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ... ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόηταςδὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ ... μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰπροειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους: ἐὰν δὲ ὁ τοῦ Διός,δικολόγους, λογιστηρίων προισταμένους,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt: Alexandria

  • Library 17.115.1-5

    Diodorus Siculus
    μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον… τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.86.5

    Diodorus Siculus
    ἀπέχοντος δὲ τεσσαράκοντα σταδίους τοῦ βασιλέως ἐκτάξας τὴν δύναμιν ὡς εἰς πόλεμον καὶ τοὺς ἐλέφαντας κοσμήσας ἀπήντα μετὰ τῶν φίλων.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.38.1

    Diodorus Siculus
    περιέθηκε γὰρ αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀποκατέστησε

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome