Textile

Item set

Items

Advanced search
  • Library 15.92.2

    Diodorus Siculus
    κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ᾽ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 15.3.4

    Diodorus Siculus
    ὁ δ᾽ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 14.109.1

    Diodorus Siculus
    τῶν δ᾽ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέθριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 13.75.2

    Diodorus Siculus
    Ἑρμοκράτης δ᾽ ὁ Συρακόσιος ἀναλαβὼν τοὺς μετ᾽ αὐτοῦ στρατεύοντας ὥρμησεν ἐκ Σελινοῦντος, καὶ παραγενόμενος πρὸς τὴν Ἱμέραν κατεστρατοπέδευσεν ἐν τοῖς προαστείοις τῆς ἀνατετραμμένης πόλεως. διαπυθόμενος δ᾽ ἐν ᾧ τόπῳ παρετάχθησαν οἱ Συρακόσιοι, τὰ τῶν τετελευτηκότων ὀστᾶ συνήθροιζε, παρασκευάσας δ᾽ ἁμάξας πολυτελῶς κεκοσμημένας, ἐπὶ τούτων παρεκόμισεν αὐτὰ ἐπὶ τὴν Συράκουσαν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 12.84.2-3

    Diodorus Siculus
    εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δ᾽ ἑκατὸν καταρτίσας. ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.77.1

    Diodorus Siculus
    ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.68.2

    Diodorus Siculus
    πάντων δὲ προθύμως ὑπακουόντων, καὶ συντόμως ἀποστειλάντων τῶν μὲν πεζοὺς καὶ ἱππεῖς στρατιώτας, τῶν δὲ ναῦς μακρὰς κεκοσμημένας εἰς ναυμαχίαν, ταχὺ συνήχθη δύναμις ἀξιόχρεως τοῖς Συρακοσίοις.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.56.8

    Diodorus Siculus
    παρασκευασάμενος γὰρ τὴν ἀπήνην πολυτελέσι παραπετάσμασι κεκοσμημένην, εἰς ταύτην ἐνέθηκε τὸν Θεμιστοκλέα,

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.34.4

    Diodorus Siculus
    οἱ δὲ περὶ τὸν Λεωτυχίδην παντὶ τῷ στόλῳ κεκοσμημένῳ προσπλεύσαντες τοῖς ἐν τῇ Μυκάλῃ βαρβάροις

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Syll.³ 422

    Delphic Amphictyony
    ἔδωκαν οἱ ἱερο- μνάμονες Μέντορι Δαμοσθένεος <Αἰτωλῶι> ἐκγ Ναυπά- κτου αὐτῶι καὶ ἐκγόνοις προδικίαν καὶ ἀσφά- λειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν πάντων, καὶ σκανὰν ἐμ πυλαίαι τὰν πρώταν ὑπάρχειν αὐ- τῶι, ἐπιμελωμένωι καὶ κατασκευάζοντι τὸν κόσμον τᾶι Ἀθάναι τᾶι Προναίαι.

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 266 or 262
    Location: Phocis: Delphi

  • SEG 35:1040/1732

    Unknown
    Λ(ούκιος) ∙ Σεπτίμιος ∙ Τρύφων ∙ καὶ ∙ ὡς       χρηματίζω ∙ Ἀλεξανδρεὺς ∙ φιλόσοφος ∙ γενόμενο<ς> ἱερεὺς       κατὰ τὸ ἑξῆς δὶς καὶ ἀρχιερεὺς ∙ τοῦ καθηγεμόνος ∙ Διονύσου διὰ       βίου ∙ ἔτι τε ∙ καὶ τειμηθεὶς ∙ ἀρχιερεὺς ∙ Μάρκου ∙ Αὐρηλίου Ἀντωνίνου       Σεβαστοῦ ∙ τοῦ νέου ∙ Διονύσου ∙ διὰ βίου ∙ καὶ ὑποσχόμενος αὐθαί-       ρετος ∙ καὶ ταύτην ∙ τὴν ἀρχιερωσύνην ∙ διὰ βίου ἐπιτελεῖν       τὸν Διόνυσον ∙ ἀνακοσμήσας ∙ ἐκ τῶν ἰδίων πρῶτος             λογιστεύοντος ∙ Μ(άρκου) ∙ Οὐολυσσίου Περικλέους ἐπανγειλάμενος ∙ τὸν Διόνυσον ἀνακοσμῆσαι

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 198-209
    Location: Latium: Rome?

  • I.Porto 3

    Unknown
    ὑπὲρ σωτηρίας καὶ ἐπανόδου καὶ ἀϊδίου διαμονῆς τῶν κυρίων Αὐτοκρατόρ(ων) ∙ Σεουήρου καὶ Ἀντωνίνου καὶ Ἰουλίας Σεβ(αστῆς) καὶ τοῦ σύνπαντος αὐτῶν οἴκου καὶ ὑπὲρ εὐπλοίας παντὸς τοῦ στόλου τὴν Ἀδράστιαν σὺν τῷ περὶ αὐτὴν κόσμῳ Γ(άϊος) ∙ Οὐαλέριος Σερῆνος νεωκόρος  τοῦ μεγάλου Σαράπιδος ὁ ἐπιμελητὴς παντὸς τοῦ Ἀλεξανδρείνου στόλου ἐπὶ Κλ(αυδίου) ∙ Ἰουλιανοῦ ἐπάρχου       εὐθενείας.

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 201
    Location: Latium: Portus

  • Bernand Inscr. Métr. 96

    Unknown
    οὐ μ- όνον ἐν κήποις {ι} κάλυκες φύεται ῥόδον, ἀλλὰ | καὶ Πόλιττα παντο- θαλὴς ἀνέφυ· | κῖ- με δ’ εἰς Ἀίδα αἰφ- νιδίως ἁρπασθῖσ- σα. | ποῦ στολαί, π- οῦ χρυσία, <τοῖς> κοσμηθῖ- σα ὑπὸ πατρός

    Text Category: Inscription: epitaph
    Century Range: 2nd century CE
    Location: Egypt: Memphis

  • SEG 27:1019

    Unknown
    χάριτι θείᾳ ἐπὶ τοῦ τὰ πάντα θεοφιλεστ(άτου) πατρὸς ἡμῶν κ(αὶ) ποιμένος Ἠλίου ἐπισκ(όπου) ἀνῳκοδομήθη ΔΗ κ(αὶ) ἐκοσμή- θη τὸ ἱερὸν τοῦ θ(εο)ῦ διακον<ι>κὸν μετὰ τῆς ἐν αὐτῷ ἁγίας κολυμβέθρας τῆς παλι<ν>γε<ν>εσίας κ(αὶ) τοῦ χαριεστάτου κη- βωρίου

    Text Category: Inscription
    Century Range: 6th century BCE
    Date: 531
    Location: Palaestina: Mt. Nebo

  • SEG 17:786

    Unknown
    τοῦτον τὸν εὐκτήριον ἅγιον οἰκ(οδόμησεν καὶ) ἐκόσμησ(εν) Συμεὼν ὁ φιλόχρ(ι)στος,

    Text Category: Inscription
    Century Range: Byzantine period
    Location: Palaestina: Hierosolyma

  • Agora de Palmyre 186,VIII.01

    Unknown
    [․․․]λούμενον συμπόσιον σὺν ἡλι[ο— — —οι]ς μη[τρ]ώμ[ασιν(?) — — — καὶ παντὶ κό]σ̣μῳ καὶ μα̣[γειρείῳ(?)

    Text Category: Inscription
    Location: Syria: Palmyra

  • IK Estremo oriente 55

    King Chosroes of Persia
    παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου εἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ παντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον χρυσίῳ

    Text Category: Inscription
    Century Range: 6th century CE
    Date: 593
    Location: Mesopotamia: Resafa-Sergioupolis

  • SERP 329,3

    Unknown
    [ὑπὲρ τῆς] τοῦ ἡμῶν Αὐτοκράτορος τύχης καὶ νείκης καὶ ἐωνίου διαμονῆς καὶ σύν- [παντος αὐτοῦ οἴ]κου σωτηρίας ἐποίησαν Ξένοι Τεκμόρειοι ἔφιππον Ἥλιον σὺν τῷ [κόσμῳ καὶ κα]τασκευῇ πάσῃ ἐκ τῶν ἰδίων ἀναλωμάτων

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Location: Pisidia: Antiocheia

  • Ramsay, Cities and Bishoprics 740,675

    Unknown
    ἐνέδυσεν γάρ με εἱμ[άτιον σωτη]- ρ[ί]ου καὶ χιτῶνα εὐφροσύνης·ὡς νυνφ[ίῳ περιέθη]- [κέ μ]οι μίτραν καὶ ὡς νύνφην κατεκόσ[μησέν με κόσ]- [μῳ]

    Text Category: Inscription
    Century Range: 4th century CE
    Location: Phrygia

  • IvP I 160

    Unknown
    πάντα πάρεργα τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο- ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣ πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον

    Text Category: Inscription
    Century Range: 2nd century BCE
    Location: Mysia: Pergamon

  • CIG 6829

    Unknown
    Λ. Σεπτίμιος Τρύφων καὶ ὡς χρηματίζω, Ἀλεξανδρεὺς φιλόσοφος, γενόμενος ἱερεὺς κατὰ τὸ ἐξῆς δὶς καὶ ἀρχιερεὺς τοῦ καθηγεμόνος Διονύσου διὰ βίου, ἔτι τε καὶ τειμηθεὶς ἀρχιερεὺς Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ τοῦ νέου Διονύσου διὰ βίου καὶ ὑποσχόμενος αὐθαί- ρετος καὶ ταύτην τὴν ἀρχιερωσύνην διὰ βίου ἐπιτελεῖν, τὸν Διόνυσον ἀνακοσμήσας ἐκ τῶν ἰδίων πρῶτος,

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 200-209
    Location: Mysia: Pergamon

  • IMT Kyz Kapu Dağ 1439

    The demos
    δεδόχθαι τῶι δήμωι ἐπῃνῆσθαι μὲν τοὺς βασιλεῖς Ῥοιμητάλκην καὶ Πο- λέμωνα καὶ Κότυν καὶ τὴν μητέρα αὐτῶν Τρύφαινα, ὑπὸ δὲ τὴν εἴσοδον αὐτῶν τοὺς μὲν ἱερεῖς καὶ τὰς ἱερείας, ἀνοί- ξαντας τὰ τεμένη καὶ προσκοσμήσαντας τὰ ξόανα τῶν θεῶν, εὔξασθαι μὲν ὑπὲρ τῆς Γαίου Καίσαρος αἰωνίου δια- μονῆς καὶ τῆς τούτων σωτηρίας·

    Text Category: Inscription
    Century Range: 1st century CE
    Date: 37
    Location: Mysia: Kyzikos

  • SEG 32:1243

    Asklapon son of Dionysios, Hegesandros son of Herakleidas, Athenagoras, son of Dionysios, strategoi; secretary of the boule Heraois son of Antipatros
    καὶ ὄσσαι[ς] ἐποιήσατο δαπάναις εἰς τὸν πενταετήρικον τῶν μυστηρίων κόσμον… καλέσ- σαις ἐκ προγράφας τοίς τε πολείταις καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξένοις ἀρίστ[ι]- σεν ἐν τῷ τεμένει τῶ Διννύσω, καὶ πολυτελέως εὐώχις ἐκόσμει τὰν ἐόρ- ταν κατ’ ἐνίαυτον

    Text Category: Inscription
    Century Range: 1st century BCE/ 1st century CE
    Date: 2 BCE - 14 CE
    Location: Aeolis: Kyme

  • Sardis 7,1 8

    Unknown
    ἐπεὶ Γάϊος Ἰούλιος Καῖσαρ ὁ πρεσβύτατος τῶν τοῦ Σεβαστοῦ παίδων τὴν εὐκταιοτάτην   ἐκ περιπορφύρου λαμπρὰν τῷ παντὶ κό<σ>μῳ ἀνείληφε τήβεννον…

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Location: Lydia: Sardis

  • Ephesos 2619

    Unknown
    [— ἐν τῷ ἱερῷ τῆς Ἀρ]τέμιδος [— σὺν τοῖς] ἀνδριᾶσιν [καὶ] παντὶ [τῷ —]ου κόσμῳ καὶ [τ]ῷ καταστρώματι… ἀνέθηκαν [δὲ] [κα]ὶ ἐν τῷ γυμνασίῳ Ἀσκληπὶν Ὑ[γί]- [ειαν] Ὕπνο̣ν σὺν παντὶ τῷ ἰδίῳ [κόσμῳ.]

    Text Category: Inscription: epitaph
    Century Range: imperial period
    Location: Ionia: Ephesos