Cosmetics

Item set

Items

Advanced search
  • De habitu virginum 5

    Cyprian of Carthage
    Quodsi Christum continentia sequitur et regno Dei virginitas destinatur, quid istae cum terreno cultu et cum ornamentis, quibus dum hominibus placere gestiunt, Deum offendunt non cogitantes esse praedictum

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Deipnosophistae 12.40

    Athenaeus
    ου᾽ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος ὁ Φρύξ. καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • De habitu virginum 12

    Cyprian of Carthage
    Ornamentorum ac vestium insignia et lenocinia formarum non nisi prostitutis et inpudicis feminis congruunt et nullarum fere pretiosior cultus est quam quarum pudor vilis est. sic in scripturis sanctis, quibus nos instrui Dominus voluit et moneri, [*] [*] describitur civitas meretrix compta pulchrius et ornata et cum ornamentis suis ac propter ipsa potius ornamenta peritura. et venit, inquit, unus ex septem angelis habentibus phialas et adgressus est me dicens: veni, ostendam tibi damnationem meretricis magnae sedentis super aquas multas, cum qua fornicati sunt reges terrae. et duxit me in spiritu et vidi mulierem sedentem super bestiam: et mulier illa amicta erat pallium purpureum et coccineum et adornata erat auro et lapidibus pretiosis et margaritis, tenens poculum aureum in manu sua plenum exsecrationum et inmunditiae et fornicationis totius terrae. fugiant castae virgines et pudicae incestarum cultus, habitus inpudicarum, lupanarum insignia, ornamenta meretricum.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • De habitu virginum 5

    Cyprian of Carthage
    quid ornata, quid compta procedit, quasi maritum aut habeat aut quaerat?

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • De cultu feminarum 2.13.36

    Tertullian
    Prodite vos iam medicamentis et ornamentis extructae prophetarum et apostolorum, sumentes de simplicitate eandorem, de pudicitia ruborem, depictae oculos verecundia et os taciturnitate, inserentes in aures sermonem Dei, adnectentes cervicibus iugum Christi. Caput maritis subicite et satis ornatae eritis; manus lanis occupate, pedes domi figite et plus quam in auro placebitis. Vestite nos serico probitatis, byssino sanctitatis, purpura pudicitiae. Taliter pigmentatae Deum habebitis amatorem.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Fragment 77 line 7

    Pherecydes of Athens
    Ἔπειτα κατακοσμήσας, καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον· καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. Ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν, συγκοιμᾶται αὐτῷ.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Omphale, Fragment 24 line 2

    Ion of Chios
    βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Schol. Hom. Od. XIV 533.

    Acusilaus
    Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλει διαπρεπεστάτην. Kοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ πολιάδι Ἀθηνᾷ.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.24 (Fragment 2 line 58)

    Unknown
    αἰ γὰρ τὰν γυναῖκα καλόν ἐστι κοσμεῖσθαι, τὰν γυναῖκα αἰσχρὸν κοσμεῖσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν· καὶ τἆλλα κατὰ τωὐτόν.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.6 (Fragment 2 line 10)

    Unknown
    καὶ κοσμεῖσθαι καὶ ψιμυθίῳ χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῷ μὲν ἀνδρὶ αἰσχρόν, τᾷ δὲ γυναικὶ καλόν.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 1p, Alpha* line 9

    Ctesias
    ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Hist, Fragmenta Fragment 14 line 8

    Duris of Samos
    ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Speeches 1.69

    Dinarchus
    γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει;

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 324
    Location: Athens

  • Economics 10.13

    Xenophon
    αἱ δ᾽ ἀεὶ καθήμεναι σεμνῶς πρὸς τὰς κεκοσμημένας καὶ ἐξαπατώσας κρίνεσθαι παρέχουσιν ἑαυτάς. καὶ νῦν, ἔφη, ὦ Σώκρατες, οὕτως εὖ ἴσθι ἡ γυνή μου κατεσκευασμένη βιοτεύει ὥσπερ ἐγὼ ἐδίδασκον αὐτὴν καὶ ὥσπερ νῦν σοι λέγω.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 362-354

  • Cyropaedia 3.3.3

    Xenophon
    καὶ ὁ Κῦρος ἰδὼν εἶπεν: ὑμεῖς ἐμὲ οὐ ποιήσετε μισθοῦ περιόντα εὐεργετεῖν, ἀλλὰ σύ, ὦ γύναι, ἔχουσα ταῦτα τὰ χρήματα ἃ φέρεις ἄπιθι, καὶ τῷ μὲν Ἀρμενίῳ μηκέτι δῷς αὐτὰ κατορύξαι, ἔκπεμψον δὲ τὸν υἱὸν ὡς κάλλιστα ἀπ᾽ αὐτῶν κατασκευάσασα ἐπὶ τὴν στρατιάν: ἀπὸ δὲ τῶν λοιπῶν κτῶ καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ καὶ ταῖς θυγατράσι καὶ τοῖς υἱοῖς ὅ τι κεκτημένοι καὶ κοσμήσεσθε κάλλιον καὶ ἥδιον τὸν αἰῶνα διάξετε: εἰς δὲ τὴν γῆν, ἔφη, ἀρκείτω τὰ σώματα, ὅταν ἕκαστος τελευτήσῃ, κατακρύπτειν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Cyropaedia 1.3.2

    Xenophon
    ὡς δὲ ἀφίκετο τάχιστα καὶ ἔγνω ὁ Κῦρος τὸν Ἀστυάγην τῆς μητρὸς πατέρα ὄντα, εὐθὺς οἷα δὴ παῖς φύσει φιλόστοργος ὢν ἠσπάζετό τε αὐτὸν ὥσπερ ἂν εἴ τις πάλαι συντεθραμμένος καὶ πάλαι φιλῶν ἀσπάζοιτο, καὶ ὁρῶν δὴ αὐτὸν κεκοσμημένον καὶ ὀφθαλμῶν ὑπογραφῇ καὶ χρώματος ἐντρίψει καὶ κόμαις προσθέτοις, ἃ δὴ νόμιμα ἦν ἐν Μήδοις: ταῦτα γὰρ πάντα Μηδικά ἐστι, καὶ οἱ πορφυροῖ χιτῶνες καὶ οἱ κάνδυες καὶ οἱ στρεπτοὶ οἱ περὶ τῇ δέρῃ καὶ τὰ ψέλια τὰ περὶ ταῖς χερσίν, ἐν Πέρσαις δὲ τοῖς οἴκοι καὶ νῦν ἔτι πολὺ καὶ ἐσθῆτες φαυλότεραι καὶ δίαιται εὐτελέστεραι: ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου, ἐμβλέπων αὐτῷ ἔλεγεν: ὦ μῆτερ, ὡς καλός μοι ὁ πάππος. ἐρωτώσης δὲ αὐτὸν τῆς μητρὸς πότερος καλλίων αὐτῷ δοκεῖ εἶναι, ὁ πατὴρ ἢ οὗτος, ἀπεκρίνατο ἄρα ὁ Κῦρος: ὦ μῆτερ, Περσῶν μὲν πολὺ κάλλιστος ὁ ἐμὸς πατήρ, Μήδων μέντοι ὅσων ἑώρακα ἐγὼ καὶ ἐν ταῖς ὁδοῖς καὶ ἐπὶ ταῖς θύραις πολὺ οὗτος ὁ ἐμὸς πάππος κάλλιστος.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Phaedrus 252d

    Plato
    τόν τε οὖν ἔρωτα τῶν καλῶν πρὸς τρόπου ἐκλέγεται ἕκαστος, καὶ ὡς θεὸν αὐτὸν ἐκεῖνον ὄντα ἑαυτῷ οἷον ἄγαλμα τεκταίνεταί τε καὶ κατακοσμεῖ, ὡς τιμήσων τε καὶ ὀργιάσων.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Phaedrus 239c-d

    Plato
    τὴν δὲ τοῦ σώματος ἕξιν τε καὶ θεραπείαν οἵαν τε καὶ ὡς θεραπεύσει οὗ ἂν γένηται κύριος, ὃς ἡδὺ πρὸ ἀγαθοῦ ἠνάγκασται διώκειν, δεῖ μετὰ ταῦτα ἰδεῖν. ὀφθήσεται δὴ μαλθακόν τινα καὶ οὐ στερεὸν διώκων, οὐδ᾽ ἐν ἡλίῳ καθαρῷ τεθραμμένον ἀλλὰ ὑπὸ συμμιγεῖ σκιᾷ, πόνων μὲν ἀνδρείων καὶ ἱδρώτων ξηρῶν ἄπειρον, ἔμπειρον δὲ ἁπαλῆς καὶ ἀνάνδρου διαίτης, ἀλλοτρίοις χρώμασι καὶ κόσμοις χήτει οἰκείων κοσμούμενον, ὅσα τε ἄλλα τούτοις ἕπεται πάντα ἐπιτηδεύοντα, ἃ δῆλα καὶ οὐκ ἄξιον περαιτέρω προβαίνειν, ἀλλὰ ἓν κεφάλαιον ὁρισαμένους ἐπ᾽ ἄλλο ἰέναι

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Pythian 9.117-120

    Pindar
    οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 474

  • Histories 3.24.2

    Herodotus
    ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι, εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως, γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι, ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν, ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην: ἣ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Assemblywomen 721-724

    Aristophanes
    καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

    Text Category: Literature: poetry
    Century Range: 4th century BCE
    Date: 392
    Location: Athens

  • Chaereas and Callirhoe 3.2.16

    Chariton
    μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 2.6.5

    Chariton
    βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς. κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν·

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Heroicus 42.1

    Philostratus the Lemnian
    Περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος· τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο ὁπότ’ ἦν Εὔφορβος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Heroicus 40.5-6

    Philostratus the Lemnian
    τοῦτον γὰρ τὸν ταὼ (χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος) ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δ’ ἃ καὶ διατιθέντα, ἵν’ ὥσπερ οἱ τῶν λίθων ὅρμοι κεκοσμημένα φαίνοιτο, “ἰδοὺ” ἔφη, “οὗ πρώην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου.” ἐμοῦ δὲ ἐρομένου αὐτόν· “τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι;,” “τὸ φίλαυτον” εἶπε. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν, περιεσκόπει δὲ τὰ ὅπλα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome